[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. C.
[100] ΓΙΓΑΝΤΙΩΙ
Ἡσθεὶς τῇ κλήσει, ὑπερήσθην οἷς γράφεις, οὐχ ὅτι ἐπαινούμεθα (μικρὸν γάρ), ἀλλ' ὅτι φρονεῖς ὀρθῶς: καὶ δεσμός σοι τῆς πρὸς ἡμᾶς ἀγάπης ἡ τῶν αὐτῶν ἐλπὶς καὶ ἡ γνησία τῆς Τριάδος προσκύνησις, ἣν φθεγγόμεθα μᾶλλον ἢ ἀναπνέομεν καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως, τὰ μὲν ἄλλα διδόντες τοῖς καιροῖς, ὡς ἂν βούλωνται, περιφέρειν, τοῦτο δὲ ἀκίνητον ἐν ταῖς ψυχαῖς ἔχοντες, τὸν μόνον ἄφθονον θησαυρὸν καὶ ὄντως ἡμέτερον. Ὡς ἔγωγε, ὅταν τἄλλα ἐνθυμηθῶ καὶ ὅσαι θλίψεις αἳ μὲν περιέσχον ἡμᾶς, αἳ δὲ περιέχουσι, καὶ τὴν ἀνωμαλίαν τῶν ἄνω καὶ κάτω στροβούντων ἡμᾶς κακῶν, καὶ τὸν πόλεμον ὃν πολεμούμεθα ὑπὸ πάντων οὐδὲν ἀδικοῦντες, πρὸς τοῦτο δὲ ἀποβλέψω μόνον ὅτι κήρυξ γενέσθαι τῆς ἀληθείας κατηξιώθην, παρερριμμένης τε καὶ ἀπεπτυσμένης « ἐν γῇ ἐρήμῳ » διδασκαλίας ὑγιαινούσης « καὶ ἀβάτῳ καὶ ἀνύδρῳ », κατὰ τὸ γεγραμμένον, μικρὸν εἰπεῖν ὅτι λύω πᾶσαν ἀδημονίαν, ἀλλὰ καὶ ὑπερήδομαι ὡς μειζόνων ἢ κατ' ἐμαυτὸν ἠξιωμένος. Πρὸς οὖν τί ταῦτα γράφω; ἵν' ἐκεῖνο δηλώσω ὅτι μόνη μοι βεβαία φιλία καὶ οἰκείωσις πρὸς τοὺς οὕτως ἔχοντας. Τῶν δὲ οὕτως ἐχόντων τίς ἂν ἑκὼν ἀπολείποιτο εὖ φρονῶν; Τίς δὲ μείζων ἑορτὴ τοῦ τοιούτοις συνεορτάζειν; Εἰ δὲ ἡ ἀρρωστία καὶ ὁ χειμὼν ἐμποδίζει τὴν προθυμίαν, οἴσω μὲν αὐτὸς τὴν ζημίαν: συγγινώσκετε δὲ καὶ ὑμεῖς, καὶ καιρὸν ἄλλον συντυχίας ἡμῖν ἐπεύχεσθε.