[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CIII.
[103] ΠΑΛΛΑΔΙΩΙ
Εἴ τις ἐρωτήσειέ με: τί τῶν ἐν τῷ βίῳ κάλλιστον; εἴποιμι ἂν ὅτι φίλοι. Τούτων δὲ τίνας μάλιστα τιμητέον; τοὺς ἀγαθοὺς ἂν εἴποιμι. Τούτων δὲ τίνα πρῶτον ὀνομάζεις; οὐκ ἄλλον τινὰ πρὸ τῆς σῆς ἀρετῆς οἶδ' ὅτι θήσομαι. Καὶ γράφω ταῦτα οὐ τὴν δυναστείαν κολακεύων, ἀλλὰ τὸν τρόπον τιμῶν, οὗ μικροὶ μὲν κήρυκες ἴσως ἡμεῖς, πλὴν τὸ εἰς δύναμιν οὐκ ἐλλείποντες: καὶ οὐ κήρυκες μόνον ἀλλὰ καὶ συναγωνισταί, ταῖς εὐχαῖς τὸ δύνασθαι συνεισφέροντες. Μέχρι τούτου στῆσαι τὴν ἐπιστολὴν ἐβουλόμην: ἐπεὶ δὲ καὶ τὸ Θεῖον οὐ σέβομεν μόνον ἀλλὰ καὶ τὸ εὐεργετεῖν ἀπαιτοῦμεν, δέξαι καὶ αὐτὸς οὐ διοχλούμενος παρ' ἡμῶν (οὐ γὰρ ὄχλος σοι τὰ ἡμέτερα: τοῖς προλαβοῦσι τοῦτο εἰκάζειν ἔχω) ἀλλ' ὑπομιμνησκόμενος παρ' ἡμῶν τὸν σὸν ἱκέτην Εὐφήμιον. Πάλιν προσάγω σοι καὶ πάλιν καθικετεύω μὴ μόνον φιλανθρώπως δέξασθαι τὸν νέον ἀλλὰ καὶ συγγνῶναι τῆς βραδυτῆτος, ἐπειδὴ ὀρφανικοῖς πράγμασιν ἐπιστὰς ἀναγκαίως ἠσχολήθη περὶ τὸ οἰκίδιον, ἀλλὰ καὶ εἰς τὸ πρόσω προαγαγεῖν εἰς τιμήν τε ἡμετέραν καὶ δόξαν τῆς σῆς καλοκἀγαθίας. Πολλῶν γὰρ ὄντων οὓς εὖ πεποίηκας καὶ ποιήσεις, οὐδενός σοι τοῦτο εἰς φιλοτιμίαν ἔλαττον, ὡς παρὼν ἐδίδαξα. Καὶ νῦν ἀξιῶ πιστευθῆναι: ὁ γὰρ αὐτὸς καὶ διὰ τὴν ὀρφανίαν ἐλεεινὸς καὶ διὰ τὸν τρόπον ἀγαπητὸς ἡμῖν, ἵνα μὴ λέγω διὰ τὴν ἀγχιστείαν τοῦ αἵματος.