Μόψου αλλου παρὰ τὸν μάντιν τὸν τοῦ Τειρεσίου. Κραναὴ μέντοι ἡ ̓Αττικὴ οὐ μόνον ἀπὸ τοῦ Κραναοῦ, ὡς ἐρρέθη, ἀλλὰ καὶ διότι τραχεῖα, καὶ τὸ πλεῖον αὐτῆς ορεσιν ὑποπέπτωκε. Τὴν δὲ ἀνωτέρω γραφεῖσαν ̓Ατθίδα πρεσβυτάτῳ τῷ Κραναῷ γενέσθαι φασὶν, ην παρθένον ουσαν καὶ ὡραίαν γάμου θανοῦσαν θάψας λαμπρῶς ὁ πατὴρ ἀπ' αὐτῆς τὴν χώραν ὠνόμασε. Τὴν δὲ τῶν ̓Αθηναίων ἀκρόπολιν Κεκροπίαν ποτὲ κληθῆναί φασι, πόλιν ουσαν μίαν τῶν ἐπὶ Κέκροπος ἐκτισμένων. Οτι δὲ καὶ Ιωνες ην οτε οἱ ̓Αττικοὶ ἐκαλοῦντο, ἱστορεῖ καὶ ὁ Γεωγράφος λέγων οτι καὶ ὁ Ποιητὴς ἐν τῷ «Βοιωτοὶ καὶ Ιωνες» Ιωνας τοὺς ̓Αθηναίουςφησί· καὶ οτι οἱ ἐν ̓Ασίᾳ Ιωνες τούτων εἰσὶ καὶ αποικοι καὶ ὁμώνυμοι· καὶ οτιπερ ἡ ̓Ιὰς, ητοι ἡ ̓Ιωνικὴ διάλεκτος, ἡ αὐτή ἐστι τῇ παλαιᾷ ̓Ατθίδι. Οτι δὲ αποικοι ̓Αθηναίων οἱ ἐν τῇ ̓Ασίᾳ Ιωνες, δηλοῖ καὶ ὁ παρὰ τῷ ̔Ηροδότῳ Θεμιστοκλῆς, πατέρας τῶν ̓Ιώνων λέγων τοὺς ̓Αθηναίους. ̔Ιστορεῖ δὲ ὁ αὐτὸς καὶ οτι ̓Αθηναῖοι Κραναοὶ καλούμενοι ομως ἐπὶ Πελασγῶν ἐχόντων τὴν ̔Ελλάδα Πελασγοὶ ὀνομάζοντο, ἐπὶ δὲ Κέκροπος ἐκλήθησαν Κεκροπίδαι, τὴν δὲ ἀρχὴν ̓Ερεχθέως ἐκδεξαμένου ̓Αθηναῖοι μετωνομάσθησαν, Ιωνος δὲ τοῦ Ξούθου στρατάρχου γενομένου, ἐκλήθησαν ἀπ' αὐτοῦ Ιωνες. 426 Οτι ουτω πάνυ ἐπέδραμεν ἐνταῦθα ἐπελευστικώτατα, ηγουν συντομώτατα, ὁ Περιηγητὴς, ωστε τεσσάρων μεγάλων ἐθνῶν μνησθεὶς Βοιωτῶν, Λοκρῶν, Θεσσαλῶν, Μακεδόνων, ἠρκέσθη μόνον ἀριθμῆσαι αὐτὰ πρὸς ονομα, μηδέν τι πλέον εἰπὼν περὶ αὐτῶν. Φησὶ γάρ «Βοιωτῶν πέδον καὶ Λοκρὶς αρουρα, Θεσσαλίη τε Μακηδονίης τε πόληες»· ἡ δὲ παρεκβολὴ ἐρεῖ περὶ ἑκάστου τούτων οσα ἐνδέχεται. Οτι οἱ Βοιωτοὶ ὠνομάσθησαν ἀπό τινος Βοιωτοῦ καλουμένου, ον ἡ μήτηρ Αρνη λάθρα τεκοῦσα περὶ βοῶν εθετο κόπρους, ἐξ ου καὶ τὸ ονομα εσχεν, ὡς ῥιφεὶς ἀμφὶ τοὺς βόας· η ἀπὸ τῆς βοὸς ἡ χώρα Βοιωτία τῆς καθηγησαμένης αὐτόθι τῷ Κάδμῳ· οἱ δὲ παρὰ τὸν βοῦν ὠνομάσθαι ειπον τοὺς Βοιωτοὺς, ὡς μὴ οντας ταῖς διανοίαις αγαν εὐκινήτους. Συμφωνεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ ἡ Βοιωτία υς, οπερ ἐσκώπτοντο οἱ Βοιωτοὶ, ὡς δηλοῖ καὶ ὁ Πίνδαρος. Γυμναστικοὶ δὲ οἱ Βοιωτοί· διὸ καὶ λέγεται λόγος τοιοῦτος, ὡς ̓Αθηναῖοι μὲν περὶ τὴν ναυτικὴν ἠσχόληνται τέχνην, Θετταλοὶ δὲ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ δὲ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι δὲ περὶ τὴν διφρευτικὴν ἐπιστήμην. Οτι ἐγγὺς τῶν Βοιωτῶν οἱ ̓Επικνημίδιοι Λοκροὶ, ἀπὸ Κνημῖδος ορους τὴν κλῆσιν εχοντες, ὡς ἀπὸ Ζεφυρίου ορους ετεροι Λοκροὶ οἱ Ζεφύριοι. ̔Ιστορεῖ γὰρ ὁ Γεωγράφος οτι ὁ Παρνασὸς πρὸς δύσιν αὐτοῦ διαιρεῖ τοὺς ̔Εσπερίους Λοκροὺς τοὺς καὶ ̓Οζόλας καλουμένους, οι χαράσσουσιν ἐν σφραγῖδι τὸν εσπερον ἀστέρα, ἐπὶ δὲ εω τοὺς ̓Επικνημιδίους, ουτω καλουμένους ἀπὸ ορους Κνημῖδος, κειμένου περὶ τὸ ορος τὴν Οιτην. Τῶν δὲ ̓Επικνημιδίων μέρος ἐκεῖνος τοὺς ̓Οπουντίους φησὶν, ουτω λεγομένους ἀπὸ πόλεως ̓Οποῦντος τῆς τοῦ Πατρόκλου πατρίδος, ην σεμνολογεῖ ὁ Πίνδαρος· ωστε συνακτέον τεσσάρων Λοκρῶν ειναι γένος, τρία μὲν ταῦτα τοὺς ̓Οπουντίους καὶ τοὺς ̓Επικνημιδίους καὶ τοὺς ̓Οζόλας, τέταρτον δὲ τοὺς ̓Ιταλικοὺς ητοι τοὺς ̓Επιζεφυρίους. Οἱ δὲ ̓Οζόλαι ἀπὸ τῆς σηπεδόνος, φασὶν, ἐκλήθησαν τῶν ἐκεῖ ἀναιρεθέντων Κενταύρων· ευρηται γὰρ παρ' αὐτοῖς Νέσσου τε μνῆμα καὶ αλλων Κενταύρων. 427 Οτι ἀπὸ Θεσσαλοῦ τινος ἡ πρώην καλουμένη Πελασγία Θεσσαλία ἐκλήθη. ̓Εν ταύτῃ, ὡς λόγος, οὐκ ἐξῆν πελαργοὺς κτείνειν, ἐπεὶ τὴν χώραν οφεων ἐξεκάθαιρον. ̓Απὸ ταύτης ὑπόδημά τι ποιὸν ἐλέγετο Θετταλίς. Καὶ πήδημα δὲ ἀπὸ ταύτης Θεσσαλὸν τὸ παροιμιαζόμενον. Αδονται δὲ βασιλεῖς Θεσσαλίας οἱ ̓Αλευάδαι, εὐγενὲς δὲ γένος ἐκεῖσε καὶ οἱ Σκοπάδαι, ἀπὸ ἀνδρῶν παλαιῶν γενεαλογούμενοι, ων ὁ μὲν ̓Αλεύας, ὁ δὲ Σκόπας ἐκαλεῖτο. Οτι Μακεδόνες λέγονται ἀπὸ Μακεδόνος τοῦ ∆ιός. Οἱ δὲ παῖδας Αἰόλου δέκα παραδιδόασιν, ων εις Μακεδὼν, φασὶν, ἐξ ου ἡ Μακεδονία. Ην δέ τις μοῖρα Μακεδονίας Μακέτα λεγομένη, ἐξ ης καὶ ἡ Μακεδονία Μακετία ἐλέγετο. Οτι δὲ Μακεδὼν καὶ Μακηδὼν λέγεται, ηδη ἐν τοῖς περὶ ̓Αλεξανδρείας προείρηται, οθεν