[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CVII.
[107] ΚΛΗΔΟΝΙΩΙ
Ἐρωτᾷς τί βούλεται ἡμῖν ἡ σιγή; Βούλεται λόγου μέτρα καὶ σιωπῆς. Ὁ γὰρ τοῦ παντὸς κρατήσας ῥᾷον κρατήσει τοῦ μέρους: πρὸς δὲ καὶ θυμὸν ἡμεροῖ μὴ λαλούμενον, ἀλλ' ἐν ἑαυτῷ δαπανώμενον.