μὲν οὖν Ῥωμανὸς, οὐ πάνυ ζηλότυπος ὢν, καὶ πρὸς τὴν τοιαύτην φήμην λασιό κωφος γέγονεν· ὁ δέ γε Μιχαὴλ μεθιστᾷ τοῦτον τῶν βασι λείων, καὶ σχήματι σεμνοτέρας ἀρχῆς ἀπάγει τῆς Πόλεως· ἐνενεύκει γοῦν πρὸς τοῦτον ἡ βασιλὶς, καὶ μετάκλητος γεγονὼς ὡμίλησε τῇ βασιλίδι, πρὸς τὸ ἐκείνῃ ἀρέσκον τὸ ἦθος μεταμορφώσας· καὶ ἤδη που πρὸς αὐτὸν πάντες ἐπιρ ρεπεῖς ἐγεγόνεισαν, ἀλλ' ἀφαρπάζει νόσος ἀθρόον καὶ τῶν ἐλπίδων ἀπάγει. 6.14 Ἔμελλε δ' ἄρα τῶν σκήπτρων ἐγκρατὴς ἔσεσθαι ὁ τοῦ Θεοδοσίου παῖς Κωνσταντῖνος, ῥίζης ἀρχαίων τῶν Μονομάχων τελευταῖος κατὰ τὴν οἰκείαν τάξιν βλαστὸς, περὶ οὗ δὴ πολὺς ἡμῖν ἐπιρρεύσει λόγος, ἐπειδὰν εἰς τὸ τῆς ἡγεμονίας ἐκείνου πέλαγος ἀφῶμεν αὑτούς· χρόνον τε γὰρ πλείω τῶν μετὰ τὸν Βασίλειον ἀρξάντων βεβασιλεύκει, καὶ πλεῖστα τῶν ἄλλων ἐπεπράχει, τὰ μὲν ἐκείνων κρείττονα, τὰ δὲ καὶ χείρω κατὰ πολύ· τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν; ἐγώ τε εὐθὺς ἐκείνῳ βεβασιλευκότι ὑπηρετηκὼς διὰ πάντων καὶ εἰς τὴν κρείττω τάξιν ταχθεὶς, πιστευθείς τε τὰ τιμιώ τατα, ὥστε μηδὲν ἀγνοεῖν μήθ' ὧν εἰς προὖπτον ἐτετελέκει, μήθ' ὧν ἀφανῶς πεποιήκει, τὸ μέτρον εἰκότως τῶν εἰς τοὺς ἄλλους βασιλέας λόγων ὑπερβήσομαι. 6.15τ Περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνήχθη παρὰ τῆς αὐγούστης εἰς τὰ βασίλεια. Ἀλλ' οὔπω μὲν περὶ τούτων· εἰρήσθω δὲ ὅπως κἀκ τίνων αἰτιῶν, τίσι τε χρησάμενος τύχαις ἐπὶ τὸ βασιλεύειν ἐλήλυθεν. Οὗτος γὰρ γένους ἕνεκεν τὰ πρῶτα τῆς βασιλείας φερόμενος, πολλῷ τε πλούτῳ κομῶν, καὶ κάλλει διαπρεπὴς ὢν, ἀμφήριστος εἰς κηδείαν ταῖς ὑπερτίμοις ἔδοξε γενεαῖς, καὶ κηδευθεὶς τὰ πρῶτα τῷ πρώτῳ τῶν ἐπισήμων ἀνδρῶν, ἐπειδὴ νόσῳ τὴν γυναῖκα ἀπέβαλεν, εἰς δεύτερον κῆδος αὖθις ἁρπάζεται· ὁ γὰρ αὐτοκράτωρ Ῥωμανὸς, εἰς τὸν ἰδιωτικὸν βίον ἔτι τελῶν, ἐπισημότατος δὲ παρὰ πᾶσιν ὢν ἀξιώματος ἕνεκα καὶ τῆς κρείττονος ὑπολήψεως, ἠγαπήκει τὸν ἄνδρα τοῦ τε ἄνθους τῆς ἡλικίας καὶ τῆς τοῦ γένους μεγαλοπρεπείας, καὶ ἐγκεντρίζει τοῦτον τῷ γένει νεόφυτον κάλλιστον εἰς πιότατον καλλιέλαιον· τὸ δὲ ἦν ἡ τῆς ἀδελφῆς ἐκείνου Πουλχερίας θυγάτηρ, ἥτις πάλαι Βασιλείῳ τῷ Σκληρῷ συζευχθεῖσα, ὃν ὕστερον ἡ τύχη τῶν ὀφθαλμῶν ἀπεστέρησε, μονογενοῦς θυγατρὸς ἐγεγόνει μήτηρ. Ἐπεὶ δὲ συνήφθη ταύτῃ ὁ Κωνσταντῖνος, τῷ μὲν γένει ὑπὲρ τοὺς ἄλλους διέλαμπεν, οὔπω δὲ τῶν ὑπερηφάνων τετυχήκει ἀρχῶν· οἱ γὰρ περὶ τὸν αὐτοκράτορα Βασίλειον ἐμεμήνεσαν τούτῳ, μίσους ἕνεκα πατρικοῦ· ὁ γάρ τοι πατὴρ, ἐπὶ τυραν νικαῖς αἰτίαις ἁλοὺς, μῖσος παρὰ τῶν βασιλέων ὥσπερ κληροδοτεῖ τῷ παιδί· διὰ ταῦτα οὔθ' ὁ αὐτοκράτωρ Βασί λειος οὔθ' ὁ Κωνσταντῖνος ταῖς πολιτικαῖς τοῦτον προῆγον ἀρχαῖς, ἀλλ' ἀφωσιοῦντο, δεινὸν μὲν οὐδὲν τούτῳ ἐπά γοντες, ἀλλ' οὐδὲ τῆς κρείττονος ἀξιοῦντες μοίρας. 6.16 Ἐπεὶ δὲ ὁ Ῥωμανὸς βεβασιλεύκει, οὐδ' οὗτος μὲν μεγαλοπρεπές τι ἐπ' αὐτὸν ἐπεπράχει, οἷος ἐκεῖνος διημαρ τημένος περὶ τὰς κρίσεις, ἀλλ' οὖν ἔν τε ταῖς βασιλείοις εἶχεν αὐλαῖς, καὶ εἰ δι' ἄλλο μηδὲν διά γε τὴν πρὸς τὸν Ῥωμανὸν ἀγχιστείαν ἐπισημότατος ἦν. Ἐπεὶ δὲ ἀνθοῦν εἶχε τὸ πρόσωπον καὶ οἷον ἐαρινή τις ὀπώρα τῷ καθ' ἡμᾶς βίῳ ἐχρημάτιζε, χάριτός τε ἔμπλεω τὴν ὁμιλίαν ἐκέκτητο, ἐστωμύλλετό τε ὑπὲρ τοὺς ἄλλους, ἠγαπήκει τοῦτον ἡ βασιλὶς καὶ πολλάκις ἐβούλετο ὁμιλεῖν· καὶ ὃς, παντοδαπὸς εἰς αὐτὴν γινόμενος καὶ οἷς ἐκείνην χαίρουσαν ἴδοι χρώμε νος δεξιῶς, ὅλην εἰσποιεῖται, καὶ διὰ ταῦτα βασιλικῶν χαρίτων τῶν παρ' ἐκείνης ἀπήλαυεν· τοῖς δέ γε πολλοῖς καὶ λοιδορίας κατ' αὐτῶν βέλος ἐπέμπετο, καὶ οὐ πάνυ τι τούτοις ἡ κρύφιος ἔστιν οὗ προσλαλιὰ ἤρεσκεν. 6.17 Ἐντεῦθεν γοῦν καὶ πρὸς τὸ κράτος ἐπίδοξος ἔδοξε, καὶ ὑπώπτευε τοῦτον ὁ