ποθεν δύο λαγιδεῖς, αρρην καὶ θήλεια, ουτως εἰς ἐπιγονὴν πολλὴν ηὐξήθησαν, ωστε καὶ οικους ἀνατρέπειν ἐξ ὑπονομῆς καὶ δένδρα. Οθεν καὶ ἠναγκάσθησαν οἱ ἐκεῖ πρεσβεῦσαι εἰς ̔Ρωμαίους διὰ χώρας αιτησιν. Εἰσὶ δὲ γεωρύχοι καὶ ῥιζοφάγοι οἱ λαγιδεῖς, ους καὶ λεβηρίδας ἐκάλουν τινές. Οτι ἐπὶ ταῖς Γυμνησίαις νήσοις ἡ Βοῦσός ἐστιν, ην ̔Ηρωδιανὸς ἐν τῇ καθόλου προσῳδίᾳ ὀξύνει, Βουσός ἀναγινώσκων. Ταύτης ὁ κύκλος τετρακοσίων σταδίων, ὡς ὁ Γεωγράφος φησίν. 458 Οτι ἐν τῷ Λιγυστικῷ πελάγει μέγισται νῆσοι μετὰ Σικελίαν ἡ Σαρδὼ καὶ ἡ Κύρνος· διὸ καὶ ὁ ∆ιονύσιος εὐρυτάτην καλεῖ τὴν Σαρδώ. ̔Ιστοροῦνται δὲ πολυχρονιώτατοι ειναι οἱ Κύρνιοι. Τὴν δὲ Κύρνον καὶ Κορσίδα, φησὶ, καλοῦσιν, η κατά τινα τῶν ἀντιγράφων Κορσίκαν. Καὶ ὡς μὲν αλλοι φασὶ, Κορσὶς καλεῖται ἀπὸ Κόρσης γυναικός. Λέγεται γὰρ οτι νῆσος ἐν τῷ Τυρσηνικῷ πελάγει Κορσὶς ἀπὸ Κόρσης δούλης βουκόλου. ̔Ως δὲ ὁ ∆ιονύσιος βούλεται, Κορσὶς λέγεται, διὰ τὰς ἐν αὐτῇ κόρσας, ο ἐστι κορυφὰς τῶν ὀρέων. Εστι γὰρ τῇ υλῃ, φησὶν, ἀμφιλαφὴς, ο ἐστι δασεῖα, ουτις τόσον οσον ἐκείνη. ̓Αμφιλαφὲς δὲ κυρίως ἐστὶ τὸ δασὺ, ου εστιν ἀμφοτέρωθεν λαβέσθαι, τραπέντος τοῦ β εἰς φ, Μακεδόνων εθει, οι καὶ τὸν Φίλιππον Βίλιππόν φασι. Τοιοῦτον δέ τι καὶ τὸ σοφός ἐκ τοῦ σέβω, καὶ τὸ στρεβλός ἀπὸ τοῦ στρέφω. ̓Ιστέον δὲ οτι οὐ μόνον ἐπὶ δασύτητος λέγεται τὸ ἀμφιλαφές, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πλήθους η πυκνότητος, ὡς δηλοῖ ὁ εἰπὼν βροντὰς ἀμφιλαφεῖς καὶ ἐλέφαντας περί τινα τόπον ἀμφιλαφεῖς. Καὶ τοῦτο μὲν τοιοῦτον. ̔Η δὲ Σαρδὼ, καθὼς καὶ ἐν αλλοις προεγράφη, ἐκφέρεται καὶ διὰ τοῦ Σαρδών. Φησὶ γοῦν ὁ Γεωγράφος· «διέχει Σαρδόνος ἡ Κύρνος, ἡ καὶ Κορσίκα ὑπὸ ̔Ρωμαίων λεγομένη, σταδίους ξʹ. Τραχεῖα δέ ἐστι, φησὶ, καὶ οἰκεῖται φαύλως. Καὶ οἱ κατέχοντες αὐτὴν θηρίων εἰσὶν ἀγριώτεροι, καὶ ουτω βοσκηματώδεις, ωστε καὶ ἀνδραποδισθέντες η οὐκ ἀνέχονται ζῆν η ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς εχοντας ἐπιτρίβουσι, καὶ οἱ αὐτοὺς κτώμενοι δεσπόται εἰ καὶ τὸ τυχὸν τίμημα καταβάλλουσιν ὑπὲρ αὐτῶν, ομως μεταμέλει αὐτοῖς υστερον.» ̓Εκλήθη δὲ Σαρδὼν ἀπὸ Σαρδόνος υἱοῦ ̔Ηρακλέος· ὠνομάσθη δέ ποτε καὶ ̓Ιχνοῦσα, ἐπεὶ ιχνει ἀνθρώπου ἐστὶν ὁμοία τὸ σχῆμα. ̓Ωκίσθη δέ ποτε καὶ ὑπὸ ̓Ιβήρων, ειτα ὑπὸ ̔Ηρακλειδῶν, μετοικίσαντος ̔Ηρακλέος ἐκεῖ τούς τε Θεσπιάδας καί τινας τῶν Καδμείων καὶ τῶν Λοκρῶν. Ειτα ᾠκίσθη καὶ ὑπὸ Καρχηδονίων. ̓Απὸ δὲ ταύτης τῆς Σαρδόνος καὶ ὁ παροιμιώδης λέγεται κατά τινας Σαρδόνιος η Σαρδάνιος γέλως, περὶ ου ἐν τῇ ̓Οδυσσείᾳ γέγραπται. 461 Οτι τὸν Αιολον, περὶ ου ζητητέον καὶ εἰς τὴν ̓Οδύσσειαν, φιλόξενον βασιλέα λέγει, καὶ ̔Ιπποτάδην ἀκολούθως ̔Ομήρῳ, καὶ χρησάμενος καὶ εἰς αὐτὸν ἐπαναλήψει, διὰ τὸν περὶ αὐτοῦ θρύλον, λέγει θαυμαστὰ δῶρα λαχεῖν αὐτόν· τὰ δ' εστιν ἀνέμων κοιρανία, ηγουν κυριότης, κλονεόντων τε ἱσταμένων τε. Καὶ οτι αἱ τοῦ Αἰόλου περίδρομοι ἐν ἁλὶ νῆσοι ἑπτά εἰσιν, ἐπώνυμοι, φησὶν, ἀνδράσι Πλωταὶ, τουτέστι φερωνύμως καλούμεναι Πλωταί· οὐχ οτι μετακινοῦνται, ὡς ἡ ∆ῆλός ποτε μυθεύεται, ἀλλὰ διότι ὡς περίδρομοι μέσον, φησὶν, εχουσι περίπλοον ἀμφιέλικτον, τουτέστι περιπλέονται, καί εἰσι γνώριμοι καὶ οὐκ ἀνώνυμοι, οὐδὲ απλοοι διὰ μοχθηρίαν τινά. Τοῦτο δὲ ἀρετὴ νήσων ἐστίν. Ειπε δὲ καὶ Ομηρος τὴν Αἰόλου νῆσον Πλωτήν· καὶ τούτου ζήτει τὴν αἰτίαν ἐκεῖ. Αἱ δ' αὐταὶ νῆσοι αἱ τοῦ Αἰόλου λέγονται καὶ Λιπαραίων νῆσοι, διέχουσαι τοῦ Σικελικοῦ πορθμοῦ στάδια διακόσια, ἐν ἀπόψει κείμεναι τοῖς ἐκ Σικελίας καὶ ̓Ηπείρου πλέουσιν· ων ἐν μιᾷ τῇ καλουμένῃ Στρογγύλῃ τὸν Αιολον οἰκῆσαί φασιν, ητις βίᾳ μὲν φλογὸς λείπεται τῶν αλλων εξ νήσων, φέγγει δὲ πλεονάζει. Μεγίστη δ' αὐτῶν ἡ Λιπάρα, ἀπὸ Λιπάρου τινὸς κληθεῖσα υἱοῦ Αυσονος, Κνιδίων αποικος, ἐξ ης ὡς ἀπὸ μέρους προέχοντος αἱ πᾶσαι Λιπαραίων λέγονται νῆσοι. ̓Ωνομάσθη δέ ποτε αυτη καὶ Μελιγουνίς. ̓Εγγυτάτω δὲ αὐτῆς ἐστιν ἡ Σικελία. Σημείωσαι δὲ οτι αἱ τοῦ Αἰόλου νῆσοι Αἰόλειοι λέγονται, οὐ μὴν καὶ Αἰολίδες· τοῦτο γὰρ αἱ τῶν Αἰολέων νῆσοι εἰς κλῆσιν εἰλήχασι· καὶ οτι περὶ τὸ Τυρσηνικὸν αυται κεῖσθαι λέγονται πέλαγος· οθεν