ὑπερβὰς δι' ἃς αἰτίας ἐρῶ τὰ πεπραγ μένα τισὶν, ἢ μεταβάλλων ἑτέρως, οὐχ ἱστορίαν ποιῶν, ἀλλὰ πλάττων ὥσπερ ἐπὶ σκηνῆς πράγματα ᾤμην ἁλώσεσθαι, ἢ τὸ ἀληθὲς ἐκ παντὸς τρόπου θηρώμενος ἀφορμὴ σκώμματος τοῖς φιλαιτίοις γενήσεσθαι, καὶ οὐ φιλίστωρ, ἀλλὰ φιλολοί δορος νομισθήσεσθαι. 6.23 Ἔνθεν τοι οὐ πάνυ τι περὶ τὰς καθ' ἡμᾶς ὑποθέσεις ἐσπούδασα, καὶ μάλισθ' ὅτι περ ἐν πολλοῖς τοῦ αὐτοκράτορος Κωνσταντίνου καθάψεσθαι ᾔδειν, ὑπὲρ οὗ αἰσχυνοίμην ἂν, εἰ μὴ πᾶσαν εὐφημίαν τούτῳ συνεισενέγ καιμι· ἀγνώμων γὰρ ἂν εἴην καὶ πάντη ἀλόγιστος, εἰ μὴ ὧν ἐκεῖθεν τὰ μὲν ἐν αὐτοῖς ἔργοις, τὰ δὲ εἰς ἀφορμὴν κρειτ τόνων ἔσχηκα, πολλοστὸν ἀντιδοίην μέρος, τὴν διὰ τῶν λόγων εὐγνωμοσύνην· διὰ τοῦτον γοῦν ἐγὼ τὸν ἄνδρα τὴν ἱστορίαν ἀπεπεμπόμην ἀεὶ, ἥκιστα βουλόμενος προστρί ψασθαί τινα μῶμον αὐτῷ, καί τινα τῶν οὐ καλῶς αὐτῷ πεπραγμένων καὶ ἃ λανθάνειν καλὸν ἀνακαλύψαι τῷ λόγῳ, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς διεφθορυῖαν πιστεῦσαι διήγη σιν, καὶ ὃν ὑπόθεσιν εἰς λόγους ἔσχηκα κρείττονας, τοῦτον εἰς χείρονας κτήσασθαι ἀφορμὴν, καὶ ἣν ἐκάθηρα γλῶτταν ἀφ' ὧν ἐκεῖνός με πρὸς τοῦτο παρώρμησε, ταύτην ἐπ' αὐτῷ θήξασθαι. 6.24 Εἰ γὰρ καὶ φιλοσόφῳ ἀνδρὶ καταπεφρόνηται πᾶν τὸ ἐνταῦθα περιττὸν καὶ περίεργον, καὶ ὅρος αὐτῷ τῆς ζωῆς ἡ τῶν ἀναγκαίων τῇ φύσει περίληψις, τὰ δ' ἄλλα προσήρτηται ἔξωθεν τῇ τοιαύτῃ ζωῇ, ἀλλ' ἐμοὶ οὐ διὰ ταῦτα ἀγνωμονητέον τῷ ὑπερβαλλόντως τετιμηκότι καὶ ὑπὲρ τοὺς ἄλλους ὑψώσαντι· τὸ μὲν οὖν βουλόμενόν μοι ἢ ἐν τοῖς κρείττοσι λόγοις ἐκείνου μεμνῆσθαι, ἢ σεσιγῆσθαι τὰ ἐκείνου εἰ μὴ ἀπὸ τῆς κρείττονος ὥρμηνται ὑποθέσεως· ἀλλ' εἰ μὲν προθέμενος τὸν ἐκείνου βίον ἐγκωμιάζειν, εἶτα τὰς τῶν κρειττόνων ἀφεὶς ἀφορμὰς, τὰς τῶν χειρόνων ὑποθέσεις ἐφαινόμην συνειλοχὼς, κακοηθέστατος ἂν εἴην, ὥσπερ δὴ ὁ τοῦ Λύξου τὰ χείριστα τῶν Ἑλλήνων ἐν ταῖς ἱστορίαις παραλαμβάνων. 6.25 Εἰ δὲ τοῦτο μὲν οὐκ ἐργάζομαι νῦν, ἱστορεῖν δὲ τοὺς τῶν αὐτοκρατόρων ἐπιβέβλημαι βίους, πῶς ἃ τῶν ἱστο ριῶν ἐστιν ὑπερβαίνων, ἃ τῶν ἐγκωμίων ἐστὶν ἐργάσωμαι, ὥσπερ ἐπιλαθόμενος τῆς ἐπιχειρήσεως, ἢ διαγράφων τὴν τέχνην, μὴ διακρίνων τὰς ὑποθέσεις, ἀλλ' εἰς ταὐτὸ τέλος συνελαύνων, ὧν διάφοροι οἱ σκοποί; ἐπεὶ τοί γε πρὸς τῆσδε τῆς πραγματείας πολλοὺς ἐκείνῳ καὶ καλοὺς λόγους πεποί ημαι, καὶ τάς γε ὑπερβολὰς τῶν ἐγκωμίων ἐθαύμασαν οἱ πολλοὶ, καὶ οὐκ ἐψευσάμην τὸν ἔπαινον, ἀλλὰ τοὺς ἄλλους ἔλαθον οὕτω ποιῶν. Οἱ μὲν γὰρ, ἀναμὶξ ἐχόντων τῶν πραγμά των τοῖς βασιλεῦσι καὶ διαπεπλεγμένων αὐτοῖς χειρόνων τε καὶ κρειττόνων πράξεων, οὔτε ψέγειν καθαρῶς ἴσασιν, οὔτε εἰλικρινῶς ἐπαινεῖν, ἀλλ' ἐξαπατᾷ τούτους ἡ τῶν ἐναντίων γειτνίασις· ἐγὼ δὲ ψέγειν μὲν ἀφωσιωσάμην, εἰ μὴ ὅσον ἐν πλάσμασιν, ἐπαίνους <δὲ> ξυντιθεὶς, οὐκ ἐξ ἁπάντων ἅπαντα συλλαμβάνειν εἴωθα, ἀλλ' ἀφεὶς μὲν τὰ χείρονα, ἀφαιρού μενος δὲ τὰ κρείττονα, ξυναρμόζω ταῦτα κατὰ τὴν οἰκείαν τάξιν καὶ ξυγκολλῶ καὶ διὰ μιᾶς τῆς ἀρίστης ποιότητος ἐξυφαίνω τὴν εὐφημίαν. 6.26 Ἐν μὲν οὖν τοῖς πρὸς ἐκεῖνον ἐγκωμίοις οὕτω τοὺς ὑπὲρ αὐτοῦ λόγους ξυντέθεικα, ἱστορεῖν δὲ ἐπιβεβλη μένος ἐκεῖνον, οὐκ ἂν δυναίμην οὕτω ποιεῖν· οὐ γὰρ ἂν ψευσαίμην τὴν ἱστορίαν, ἧς τὸ κράτιστον ἡ ἀλήθεια, τῆς τῶν πολλῶν ἕνεκα δυσφημίας, εὐλαβούμενος μή με λοίδορος γλῶσσα αἰτιάσαιτο, ὅτι εὐφημεῖν δέον κατηγορῶ· ἀλλ' οὐ κατηγορία τοῦτο, οὐδὲ γραφὴ, ἀλλ' ἀληθῶς ἱστορία. Ἔπειτα εἰ μὲν ἑώρων ὅτι τῶν ἄλλων αὐτοκρατόρων ἀπὸ τῆς κρατί στης ἕξεως πάντα διαπεπραχότων καὶ ἐν πᾶσιν εὐδοκιμη κότων, τούτῳ μόνῳ ἡ βασιλεία ἀπὸ τῶν ἐναντίων κεχαρακ τήρισται, ὑπερέβην ἂν τὸν ὑπὲρ ἐκείνου λόγον· ἐπεὶ δὲ οὐδείς ἐστι τῶν πάντων