ἀνάλωτος, ἀλλ' ὁ χαρακτὴρ ἑκάστῳ ἀπὸ τοῦ πλείονος, πῶς ἂν ἐξειπεῖν αἰσχυνθείην εἴ τι μὴ καὶ τούτῳ δικαίως καὶ προσηκόντως εἴργασται; 6.27 Οἱ μὲν οὖν πολλοὶ ταῖς τῶν βασιλέων προσ εσχηκότες ἀναγραφαῖς, θαυμάζουσιν ὅτι μηδεὶς αὐτῶν διὰ τέλους εὐδόκιμος, ἀλλὰ τῷ μὲν οἱ ἄνω χρόνοι καλλίους, τῷ δὲ ἡ πρὸς τῷ τέλει βελτίων ζωή· καὶ οἳ μὲν τὸν ἀπολαυ στικὸν εἵλοντο βίον, οἳ δέ τι καὶ φιλοσοφεῖν ἐπεβάλοντο, ἔπειτα συνέχεον τὰς αἱρέσεις σὺν οὐδενὶ κόσμῳ καὶ τοὺς βίους ἀκαταλλήλως ἀπέδοσαν ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν ἀγασθείην, τὸ δ' ἐναντίον εἴ τῳ συμβέβηκεν· ἰδιώτην μὲν γὰρ βίον ἴσως εὕροι τις ἐκ πρώτης τῆς ἀρχῆς εἰς ἔσχατον τέλος διὰ μιᾶς καὶ τῆς αὐτῆς ἀπευθυνθέντα γραμμῆς, καὶ τοῦτο ἐν ὀλίγοις τοῖς παραδείγμασιν, ἀνὴρ δὲ ἡγεμονικὴν τάξιν παρὰ τοῦ Κρείττονος εἰληχὼς, εἶτα δὴ καὶ πλείους χρόνους ἐπιβιοὺς, οὐκ ἄν ποτε δυνηθείη διὰ τῶν καλλίστων ἁπάντων τὴν ἀρχὴν τελεώσασθαι· τῷ μὲν γὰρ ἰδιώτῃ αὔ ταρκες ἴσως εἰς ἀρετὴν ἥ τε τῆς ψυχῆς φύσις καὶ ἡ πρώτη τοῦ βίου ἔνστασις, ὅτι μὴ πολλὰ τούτῳ τὰ ἀντιπίπτοντα ἔξωθεν, μηδ' ἀλλοιοῖ τὴν ψυχὴν τὰ συμβαίνοντα, βασιλεῖ δὲ τοῦτο πῶς δώσομεν, ᾧ μηδὲ τὸ βραχύτατον μέρος τῆς οἰκείας ζωῆς τῶν ὀχλούντων ἐστέρηται; ἀλλ' ὥσπερ θά λασσα βραχὺ μὲν κατεστόρεσται καὶ γαληνιᾷ, τὰ δ' ἄλλα τοῦτο μὲν πλημμυρεῖ, τοῦτο δὲ καὶ τινάσσεται κύμασι, νῦν μὲν βορέου διαταράττοντος, νῦν δ' ἀπαρκτίου, νῦν δ' ἄλλου τινὸς τῶν ἐγειρόντων κλυδώνιον, ὅπερ αὐτὸς ἐπὶ πολλοῖς ἑωράκειν· διὰ ταῦτα γοῦν, ἢ γλυκυθυμίας αὐτοῖς δεῆσαν, εὐθὺς ἐπιλήψιμον τουτὶ τὸ μέρος αὐτοῖς, ἢ φιλανθρωπίᾳ τι καθυφεῖσιν ἀνεπιστημοσύνη προστρίβεται, ἢ διεγερθεῖσι πρὸς ἐπιμέλειαν ἡ φιλοπραγμοσύνη προσάπτεται, ἢ κινη θεῖσι πρὸς ἄμυναν καί τι τῶν αὐθεκάστων πεποιηκόσιν, ὀργὴ τὸ σύμπαν καὶ θυμὸς τὸ λοιδόρημα, κἂν εἴ τι τῶν κρυ φιωτέρων ἐπιχειρήσωσι διαπράξασθαι, μᾶλλον ἂν λάθοι τοὺς πολλοὺς ὁ Ἄθως ἢ τὸ πεπραγμένον ἐκείνοις. Οὐδὲν οὖν θαυμαστὸν εἰ μηδενὶ τῶν βασιλέων ὁ βίος ἀνέγκλητος. 6.28 Ἐγὼ μὲν γὰρ ἐβουλόμην, εἰ καὶ μηδέ τῳ τῶν 6.28 πάντων, ἀλλὰ τῷ γε ἐμῷ αὐτοκράτορι τοῦτο προσεῖναι τὸ μέρος, ἀλλ' οὐχὶ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις αἱ τῶν πραγ μάτων ἀκολουθίαι· διὰ ταῦτα ἵλεά μοι τὰ παρὰ σοῦ εἴη, θειοτάτη ψυχή· κἂν μὴ μετρίως περὶ τῶν χρόνων εἴποιμι, ἀλλ' ἀνεπικαλύπτως καὶ ἀληθῶς, σύγγνωθί μοι καὶ τοῦτο. Ὥσπερ γὰρ οὐδέν σοι τῶν κρειττόνων συνεπικρύψομαι, ἀλλ' εἰς τοὐμφανὲς ἄξω, οὕτως εἴ τί σοι μὴ ἀπὸ τῆς αὐτῆς εἴρηται ἕξεως καὶ τοῦτο δὴ τῷ λόγῳ δῆλον ποιήσομαι. Καὶ τὰ μὲν πρὸς ἐκεῖνον ὦσι ταῦτα. 6.29 Παραλαβὼν δὲ ὁ ἀνὴρ οὗτος τὸ κράτος, οὔτε ἐγκρατῶς οὔτε εὐλαβῶς εἶχε περὶ τὰ πράγματα, ἀλλ', ὡς ἔοικεν, εὐδαιμονίαν καινήν τινα καὶ ἀσυνήθη τῷ βίῳ ἀνα πλαττόμενος πρότερον καὶ πραγμάτων ἀθρόαν μετάθεσιν καὶ μεταποίησιν σὺν οὐδενὶ λόγῳ καὶ τάξει, ἐπειδὴ βασιλεύειν ἔλαχεν, ἔργῳ τὰς ἀναπλάσεις ποιεῖν εὐθὺς ἐπεχείρησε. ∆ύο τοίνυν τούτων τὴν Ῥωμαίων συντηρούντων ἡγεμονίαν, ἀξιωμάτων φημὶ καὶ χρημάτων, καί τινος ἔξω τρίτου, ἔμ φρονος περὶ ταῦτα ἐπιστασίας καὶ τοῦ λογισμῷ χρῆσθαι περὶ τὰς διανεμήσεις, οὗτος τοὺς μὲν τῶν χρημάτων θησαυροὺς αὐτόθεν ἐκχεῖν ἐπιβέβλητο, ὡς μηδὲ τοῖς πυθμέσι καταλι πεῖν τι· τιμῶν δὲ καὶ πλεῖστοι μὲν ἀλόγως εὐθὺς παραπή λαυον, μάλιστα δὲ οἵ τε φορτικώτερον καταδυσωποῦντες τὸν ἄνδρα, καὶ οἱ πρὸς τὸν καιρόν τι παραφθεγξάμενοι ὥστε ἐκεῖνον κινῆσαι πρὸς γέλωτα· ἀμέλει τοι τάξιν ἐχούσης τῆς τιμῆς ἐν τῷ πολιτικῷ δήμῳ, καὶ ὅρου τινὸς ἐπικειμένου ἀμεταθέτου τῆς ἀναβάσεως, οὗτος ἐκείνην μὲν συγχέας, τοῦτον δὲ ἀφελὼν, μικροῦ δεῖν τὸν ἀγοραῖον καὶ ἀγύρτην δῆμον ξύμπαντα κοινωνοὺς τῆς γερουσίας πεποίηκε, καὶ τοῦτο οὔ τισιν ἢ πλείοσι χαρισάμενος, ἀλλ' εὐθὺς ἀπὸ μιᾶς φωνῆς ἅπαντας εἰς τὰς