[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXVI.
[116] ΕΥΛΑΛΙΩΙ
Γέγονε καὶ ἡ Λαμὶς ἐμοὶ τῆς σιωπῆς χωρίον καὶ φιλοσοφίας ἐγγυμναστήριον: ἣν ὡς σιγῶν ἐθεασάμην, ἰδεῖν ἐπιθυμῶ καὶ φθεγγόμενος, ἵνα τοῖς τε ἀδελφοῖς πληρώσω τὸν πόθον καὶ ὑμᾶς ἀμύνωμαι τῆς μικρολογίας τοὺς κακοὺς τῶν ἐμῶν νευμάτων ἐξηγητάς. Αὐτὸς γὰρ ὁ λαλῶν παρέσομαι, οὐκέτ' ἀλληγορούμενος οὐδὲ εἰκαζόμενος, ἀλλὰ καθαρῶς νοούμενος.