ὑπερηφάνους μετενεγκὼν ἀρχάς· τοῦτο μὲν οὖν τηνικαῦτα τελετὰς καὶ πανηγύρεις ἀπέτεκε, καὶ ἡ Πόλις ξύμπασα μετεώριστο, ὡς φιλοτιμοτάτου βασι λέως ἐπιστάντος τοῖς πράγμασι, καὶ ἀσύγκριτα τὰ παρόντα ἐδόκει τοῖς πρότερον· τὸ γὰρ αἰσθανόμενον τῆς τῶν ὅλων συνέσεως ἐν Πόλει τρυφῶσι βραχὺ, καὶ οἱ τὴν σύνεσιν δὴ ἔχοντες ἀμελοῦσι τῶν καθηκόντων ἐν οἷς ὧν ἐρῶσιν ἐπι τυγχάνουσι. 6.30 Κατὰ βραχὺ δὲ διηλέγχθη τὸ πρᾶγμα, ὁπηνίκα τῶν πάλαι ζηλωτῶν ἀδιορίστως ὑπερχυθέντων, ἡ σεμνότης ἀφῃρέθη τοῖς κτησαμένοις· ἀλλὰ τοῦτο οὔπω τηνικαῦτα εἰς γνῶσιν ἐγίνετο τοῖς πολλοῖς· διὰ ταῦτα πάντ' ἐσπαθᾶτο καὶ ἀνηλίσκετο εἰς οὐδὲν δέον· καὶ οὐκ ἀγνοῶ, ὅτι τισὶν ὕστερον συγγραφεῦσιν ἀφορμὴ τοῦτο ἐγκωμίου γενήσεται τῷ ἀνδρί· ἀλλ' ἔμοιγε ἐν πᾶσιν εἴθισται οὔτε τι τῶν δόκησιν ἐχόντων καλοῦ οὔτε <τι> τῶν κακῶς οἰομένων πεπρᾶχθαι, ἕκαστον ἐφ' ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰς αἰτίας ζητεῖν καὶ πρὸς ὅ τι τὸ γινόμενον ἀποτελευτήσοι, καὶ μάλιστα εἰ καὶ ὁ τὰς ὑποθέσεις χορηγῶν ἐπὶ τοιούτων λογισμῶν ἵσταται· ὅτι δὲ ἐμοὶ κάλλιον τοῦτο ἠκρίβωται, ἢ ἐκείνοις ἴσως λελέξεται, ἡ πεῖρα παρέστησε. 6.31 Τοῦτο μὲν οὖν πρῶτον ἐκείνου, ἵν' οὕτως εἴποιμι νεανίευμα, δεύτερον δὲ, ὃ καὶ αὐτὸς καὶ τότε ἐπαινῶν οἶδα καὶ νῦν δὲ οὐδὲν ἧττον ἐν καλοῖς τίθεμαι, οὔτε ἀλαζὼν ὤφθη τισὶν, οὔτε βαρὺς τὴν ὀφρὺν, ἀλλ' οὐδ' ὑπέρογκόν τι σεμνολογούμενος, οὐδὲ μνησικακήσας ἐκείνοις παρ' ὧν οὔτε τι πρότερον πρᾳότερον ἔσχηκεν, ἀλλὰ καὶ πρὸς τὸ κράτος οὐ τῶν μετρίων τετύχηκεν, ἀλλὰ πᾶσι τὰ πρὸς αὐτὸν ἐγκλήματα παρεικὼς, ἐκείνοις μάλιστα σπένδεται οἷς καὶ μᾶλλον ἐδόκει ἐν ἅπασι μηνιεῖν. 6.32 Εὐφυέστατος δὲ εἴπερ τις ἄλλος εἰς ἑαυτὸν μεταθεῖναι τὸ ὑπήκοον γεγονὼς, οἰκείως ἕκαστον ᾕρει οἷς ᾔδει θηρώμενον, καὶ ῥᾷστα μετεποικίλλετο, οὔτε κατασοφι ζόμενος, οὔτε μὴν εἰρωνευόμενος πρὸς τὸν ἁλισκόμενον, ἀλλὰ φιλαλήθως σπεύδων ἑλεῖν ἕκαστον ἀφ' ὧν χαριεῖσθαι ἐκείνῳ ἠσπάσατο. 6.33 Εἶχε δὲ καὶ τὴν γλῶτταν χαρίτων μεστὴν, εὐκίνητός τε ἦν πρὸς μειδίαμα, καὶ ἱλαρὸν εἶχε τὸ πρό σωπον, οὐκ ἐν παιδιαῖς μόνον ὁπότε αὐτῷ καὶ τούτου ἐδέησεν, ἀλλὰ καὶ ἐν οἷς σπουδάζων ἐδείκνυτο, καὶ τῶν ἠθῶν δ' ἐκείνοις συνανεκίρνατο ὁπόσοις ἡ ἁπλότης συν έπρεπε καὶ τὸ δεινὸν κατεστοιβασμένον οὐκ ἦν· εἰ δέ τις αὐτῷ προσῄει, σύννουν ἐπιδεικνὺς τὴν ψυχὴν, ὡς δή τι πλέον τῶν ἄλλων ὁρῶν καὶ ὡς ἥκοι φροντίσων ἐκείνῳ καὶ συνδιασκεψόμενος περὶ τῶν συνοισόντων, τοῦτον δὴ κακοη θέστατόν τε ᾤετο καὶ ἐναντιώτατα πρὸς τὸ ἦθος αὐτοῦ διαπεπλασμένον· ἔνθεν τοι εἰς τὴν αὐτὴν τῆς γνώμης ἰδέαν οἱ ὁμιλοῦντες ἐκείνῳ μετεποιήθησαν· κἂν εἴ τις σπούδασμά τι γενναῖον ἐβούλετο παρεισενεγκεῖν, οὐκ εὐθὺς τοῦτο προὐτίθει, ἀλλ' ἤ τινας παιδιὰς προλαμβάνων, ἢ ταύταις τοῦτο συναναπλέκων, ὥσπερ τινὶ κακοσίτῳ ἡδύσμασί τισι καταμεμιγμένον τὸ καθάρσιον πόμα ἐπώρεγεν. 6.34 Ἐδόκει γὰρ ἐκ κυμάτων πολλῶν καὶ κλύδωνος, φημὶ δὴ τῶν ἐν τῇ ὑπερορίᾳ δεινῶν, εἰς τοὺς λιμένας τῶν βασιλείων κατᾶραι, καὶ διὰ τοῦτο πάσης μὲν ἀναπαύλης, πάσης δὲ ἐδεῖτο ἀναψυχῆς, καὶ κεχαρισμένος αὐτῷ ὁ τὰς ὀφρῦς διαλελυμένος καὶ εἰπεῖν μέν τι τῶν καθηδυνόντων ψυχὴν πρόχειρος, περὶ δὲ τῶν μελλόντων πραγμάτων τὰ χαριέστερα προμαντεύσασθαι. 6.35 Λόγοις δὲ οὐ πάνυ καθωμιληκὼς, οὐδέ τινα ἕξιν κτησάμενος λογιότητος, ἀλλ' ὅμως ἐζήλου τοῦτο τὸ μέρος, καὶ τοὺς ἐλλογιμωτέρους πανταχόθεν συνήνεγκεν εἰς τὰς βασιλείους αὐλὰς, ὧν οἱ πλείους ἐν ἐσχάτῃ εἴδοντο πολιᾷ. 6.36 Ἐγὼ δὲ τηνικαῦτα εἰκοστὸν πέμπτον ἔτος ἄγων τῆς ἡλικίας τοῖς σπουδαιοτέροις προσανεῖχον μαθή μασι· περὶ δύο γὰρ ταῦτα ἐσπουδακὼς, ῥητορικοῖς