[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXVIII.
[118] ΕΥΓΕΝΙΩΙ
« Καιρὸς τῷ παντὶ πράγματι », φησὶν ὁ Ἐκκλησιαστής: διὰ τοῦτο « Ἐθέμην φυλακὴν τῷ στόματί μου », ἡνίκα καιρός, καὶ « Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω », ἐπειδὴ τούτου καιρός. « Ἐσιώπησα » γάρ, φησὶν ἡ Γραφή: μὴ καὶ ἀεὶ σιωπήσομαι; Ἐσιώπησα μὲν ἐμαυτῷ: λαλήσω δὲ τοῖς ἄλλοις. Οἳ δέ, εἰ μὲν ἃ χρὴ φθέγγοιντο, πᾶσα χάρις: εἰ δὲ μή, καὶ τὰ ὦτα φραξόμεθα.