μὲν λόγοις τὴν γλῶτταν πλάσασθαι πρὸς εὐπρέπειαν, καὶ φιλο σοφίᾳ καθᾶραι τὸν νοῦν, τοὺς μὲν ῥητορικοὺς λόγους οὐ πάλαι ἠκριβωκὼς, ὥστε καὶ διελεῖν δύνασθαι τὸ ἄρθρον τῆς ὑποθέσεως καὶ τοὺς πρώτους καὶ δευτέρους λόγους εἰς τοῦτο συνενεγκεῖν, καὶ μὴ πάντα τὴν τέχνην δεδιέναι, μηδ' ἕπεσθαι ταύτῃ ὥσπερ τι θρέμμα ἐν ἅπασιν, ἀλλὰ καὶ πλέον τι συνεισενεγκεῖν ἐν τοῖς μέρεσι, φιλοσοφίας εἰχόμην, καὶ τοῦ συλλογίζεσθαι ἱκανῶς ἔχων, ἢ ἄνωθεν καὶ ἀμέσως, ἢ ἐκ τῶν μετέπειτα καὶ παντοδαπῶς, τῶν τε φυσικῶν λόγων ἡψάμην καὶ πρὸς τὴν πρώτην φιλοσοφίαν διὰ τῆς μέσης ἀνεπτερούμην γνώσεως. 6.37 Καὶ εἰ μή μέ τις φορτικὸν ἐντεῦθεν νομίζοι, ἀλλὰ συγχωρεῖ δὴ τῷ λόγῳ, καὶ τοῦτο δὴ τῶν ἐμῶν προσ θήσω, ὃ δὴ καὶ μόνον μάλιστα εἰς εὐφημίαν τοὺς σπουδαιο τέρους κινήσει· καί μοι συμμαρτυρήσετε οἱ τήμερον τὸν λόγον ἀναγινώσκοντες, ὅτι ἐκπνεύσασαν τὴν σοφίαν κατα λαβὼν ὅσον ἐπὶ τοῖς μετέχουσιν, αὐτὸς ἀνεζωπύρησα οἴκο θεν, οὔτε διδασκάλοις ἀξιολόγοις περιτυχὼν, οὔτε σπέρμα σοφίας ἐν τῇ Ἑλλάδι ἢ τῇ βαρβάρῳ τὸ ξύμπαν διερευνησά μενος εὑρηκώς· ἀλλ' ἐπειδὴ μέγα τι περὶ φιλοσοφίας ἐν τῇ Ἑλλάδι ἀκούων, ἐν φωναῖς τισὶν ἁπλαῖς καὶ προτάσεσι κατεμάνθανον, καὶ ἦν ταῦτα ὡσανεὶ στῆλαι καὶ ὅρια, κατα γνοὺς τῶν περὶ ταῦτα σμικρολογουμένων ἐζήτησά τι πλέον εὑρεῖν· ὡς δέ τισι τῶν ἐξηγησαμένων τὴν ἐπιστήμην ἐν έτυχον, τὴν ὁδὸν παρ' αὐτῶν ἐδιδασκόμην τῆς γνώσεως, καί με ἄλλος εἰς ἄλλον παρέπεμπον, ὁ χείρων πρὸς τὸν κρείτ τονα, κἀκεῖνος αὖθις εἰς ἕτερον, καὶ οὗτος εἰς Ἀριστοτέλην καὶ Πλάτωνα, ὧν δὴ καὶ οἱ πρὸ ἐκείνων ἠγάπησαν εἰ εὐθὺς τὰ δευτερεῖα μετ' ἐκείνους εἰλήχασιν. 6.38 Ἐντεῦθεν οὖν ὁρμηθεὶς αὖθις ὥσπερ περί οδον ἐκπληρῶν ἐς Πλωτίνους καὶ Πορφυρίους καὶ Ἰαμ βλίχους κατῄειν, μεθ' οὓς ὁδῷ προβαίνων εἰς τὸν θαυμασιώ τατον Πρόκλον ὡς ἐπὶ λιμένα μέγιστον κατασχὼν, πᾶσαν ἐκεῖθεν ἐπιστήμην τε καὶ νοήσεων ἀκρίβειαν ἔσπασα· μέλ λων δὲ μετὰ ταῦτα ἐπὶ τὴν πρώτην ἀναβαίνειν φιλοσοφίαν καὶ τὴν καθαρὰν ἐπιστήμην μυεῖσθαι, τὴν περὶ τῶν ἀσωμά των θεωρίαν προὔλαβον ἐν τοῖς λεγομένοις μαθήμασιν, ἃ δὴ μέσην τινὰ τάξιν τετάχαται, τῆς τε περὶ τὰ σώματα φύσεως καὶ τῆς ἀσχέτου πρὸς ταῦτα νοήσεως, καὶ αὐτῶν δὴ τῶν οὐσιῶν, αἷς ἡ καθαρὰ συμβαίνει νόησις, ἵν' ἐντεῦθεν εἴ τι καὶ ὑπὲρ ταῦτα ὑπέρνουν ἢ ὑπερούσιον καταλήψομαι. 6.39 ∆ιὰ ταῦτα ἀριθμῶν τε μεθόδοις ἑαυτὸν ἐντεί νας καὶ γεωμετρικὰς ἀποδείξεις ἀναλαμβάνων, ἃς ἀνάγκας τινὲς ὀνομάζουσιν, ἔτι τε μουσικοῖς καὶ ἀστρονομικοῖς ἐνδι δοὺς λόγοις καὶ εἴ τινες ἄλλαι μαθήσεις ταύταις ὑπόκειν ται, οὐδὲ τούτων οὐδεμίαν ἀπολείπων, καὶ πρῶτα μὲν κατὰ μίαν ἑκάστην διεξιὼν, εἶθ' ἁπάσας συνάψας, ὡς δι' ἀλλήλων ἡκούσας εἰς ἓν, ὡς ἡ Ἐπινομὶς βούλεται, οὕτω διὰ τούτων τοῖς ὑψηλοτέροις ἐπέβαλλον. 6.40 Ἐπεὶ δὲ τῶν τελεωτέρων ἠκηκόειν φιλοσόφων, ὅτι ἔστι τις καὶ ὑπὲρ τὴν ἀπόδειξιν σοφία, ἣν μόνος εἶδεν ὁ σωφρόνως ἐνθουσιάζων νοῦς, οὐδὲ ταύτην παρέδραμον, ἀλλά τισι βιβλίοις ἀρρήτοις ἐντετυχηκὼς, ὁπόσον εἰκὸς καὶ ἡ φύσις μοι ἔρρωτο, καὶ ταῦτ' εἰσεδεξάμην. Τὸ γὰρ δι' ἀκριβείας ταῦτα εἰδέναι, οὔτ' ἂν αὐτὸ περὶ ἑαυτοῦ σεμνο λογήσαιμι, οὔτ' ἄλλῳ πιστεύσαιμι λέγοντι, τὸ δὲ μίαν τῶν πασῶν ἐπιστήμην ὥσπερ ἑστίαν φίλην ἑαυτῷ πεποιηκότα τινὰ, ἐντεῦθεν οἱονεὶ καθ' ἱστορίαν ἐξιόντα καὶ τῶν ἄλλων ἐν περινοίᾳ γίγνεσθαι, καὶ αὖθις ἐπαναστρέφειν ἀφ' ἧς κε κίνηται, τοῦτο δὴ οὐ πάνυ τι τὴν φύσιν ἡμῶν ὑπεράλλεται. 6.41 Ἑωρακὼς δὲ ὅτι δύο μερίδες τῶν λόγων εἰσὶ, καὶ τὴν μὲν ἡ ῥητορικὴ συμπληροῖ, τὴν δὲ φιλοσοφία ἀπέτεμε, καὶ ἡ μὲν οὐδέν τι τῶν σεμνοτέρων εἰδυῖα