ἀργυρέαις. Εἰσὶ δὲ καὶ αλλαι Χαλκίδες, ορη δηλοῦσαι η πόλεις, οιον καὶ ἡ κατὰ Ευβοιαν, ὡς καὶ πρὸ βραχέων ἐρρέθη πλατύτερον, καὶ ἡ Θρᾳκικὴ, η καὶ μέχρι νῦν σώζει τὸ ονομα. 498 Οτι βορειότεραι νῆσοι Κρήτης πρὸς ζόφον (ουτω γὰρ ὁ τῆς ἱστορίας συντάσσεται νοῦς) Αιγυλα, Κύθηρα, Καλαύριά τε τραχεῖα· Κάρπαθος δὲ ἑτέρωθεν, πρὸς ἀνατολὰς δηλαδή. ̓Εγγὺς δ' αὐτῆς ἡ Κρήτη, ην ἐγκωμιάζων φησί· «Κρήτη τιμήεσσα, τιθήνη ∆ιὸς, ης τὸ μέγεθος περιώσιον, ητοι μέγα, πολλή τε λιπαρά τε καὶ ευβοτος.» ̔Υπὲρ ης ἡ Ιδη, ορος ἐγχώριον, ἀφ' ης ἡ Τρωϊκὴ Ιδη ὠνόμασται, ὡς τῷ Γεωγράφῳ δοκεῖ· ην καὶ ἐπαναλαβὼν ὁ ∆ιονύσιος ὡς ἀξίαν λόγου φησίν· « Ιδη καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα.» Πολύδενδρον γὰρ τὸ ορος καὶ μεγαλόδενδρον. Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκησάντων Κουρήτων, οἱονεὶ Κουρήτη, καὶ ἐν συγκοπῇ Κρήτη. Οἱ δὲ ἀπὸ Κρητός τινος αὐτὴν Κρήτην ὠνόμασαν υἱοῦ τοῦ ∆ιός. ̓Αρριανὸς δέ φησι· «Κρὴς, ου Κρήτη ἐπώνυμος, ὁ τὸν ∆ία κρύψας ἐν ορει ∆ικταίῳ, οτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.» ̓Αρχίας δέ τις, ὡς λέγεται, Κρεήτην αὐτὴν ὠνόμασε, πλεονασμῷ τοῦ ε. Τῶν δὲ συμμνημονευθεισῶν ἐνταῦθα τῇ Κρήτῃ τεσσάρων νήσων, Αιγυλα μὲν οὐκ ἠξίωται πολλοῦ λόγου τοῖς παλαιοῖς, τὰ Κύθηρα δὲ νῆσός ἐστι πρὸς τῇ Κρήτῃ, φυλάττουσα καὶ εἰσέτι τὴν κλῆσιν, δοκοῦσα αἰτία ειναι τοῦ τὴν ̓Αφροδίτην καλεῖσθαι Κυθέρειαν κατὰ τὸν ̔Ησιόδου μῦθον, λέγοντος Κυθέρειαν τὴν ̓Αφροδίτην λέγεσθαι, διότι προσεπέλασε Κυθήροις. ̓Εκαλεῖτο δὲ, φασὶ, καὶ Πορφύρουσά ποτε, διὰ τὸ καλλίστας εχειν πορφύρας. ̓Ωνόμασται δὲ, φασὶν, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Τὴν δὲ Καλαύριαν νῆσον οἱ παλαιοὶ σχολιασταὶ πρὸς ἀντιδιαστολὴν τῆς τῶν Καλαβρῶν χώρας, τῆς τῷ κανόνι τῶν χωρῶν παροξυνομένης, προπαροξύνουσι, Καλαύριαν ἀναγινώσκοντες, τὴν τοῦ ἰῶτα μέντοι καὶ ουτω φυλάσσοντες γραφήν. Καὶ οὐδὲ διὰ τοῦ β γράφουσι ταύτην, ἀλλὰ διὰ τῆς αυ διφθόγγου ἐν τῇ προπαραληγούσῃ. Λέγουσι δὲ κύκλον εχειν ταύτην τὴν νῆσον σταδίων λʹ, πορθμῷ τετρασταδίῳ διεστῶσαν τῆς ἠπείρου. Ειτά φασι μετ' αὐτὴν ειναι τὸν ἀνωτέρω μνημονευθέντα Σαρωνικὸν κόλπον, ου πρόκειται ἡ Αιγινα, τοῦ Μυρτῴου ηδη αὐτὴ πελάγους ουσα, ὡς καὶ τὰ Κύθηρα καὶ ἡ Καλαύρια καὶ ἡ Σαλαμίν. Εχειν δέ φασι καὶ ἱερὸν Ποσειδῶνος ασυλον τὴν Καλαύριαν ταύτην νῆσον, διὸ καὶ τὸν ∆ημοσθένην ἐκεῖ φυγόντα σταλεὶς ὁ ̓Αρχίας ὑπ' ̓Αντιπάτρου οὐκ ἐβιάσατο, ἀλλὰ πείθειν ἐπειράθη· εἰ καὶ μὴ ἐπείσθη ἐκεῖνος, ἀλλὰ τοῦ ζῆν ἑκὼν ἑαυτὸν παρέλυσεν. ̓Ηλλάξατο δὲ, φασὶν, ὁ Ποσειδῶν τὴν Καλαύριαν ταύτην πρὸς τὴν Λητὼ, ἀντιδοὺς τὴν ∆ῆλον, ωσπερ καὶ τὴν Πυθὼ ἀντιδοὺς εσχε τὸ Ταίναρον. Οθεν καὶ λόγος παροιμιώδης ἐπὶ τῶν ισα ἀνθαιρουμένων καὶ ἀντικαταλλασσόντων ὡς αὐτοῖς βουλητόν, Ισόν τοι ∆ῆλόν τε Καλαύριάν τε νέμεσθαι, Πυθώ τ' ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα. Τῇ δὲ Καρπάθῳ λυμήνασθαί ποτέ φασι τοὺς λαγωοὺς, κακὸν γενομένους ἐπακτὸν εξωθεν, ὡς καὶ ἡ παροιμία δηλοῖ ἡ λέγουσα, «ὁ Καρπάθιος τὸν λαγών.» Κρήτης δὲ πόλεις μέγισται, καθὰ καὶ προγέγραπται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσὸς, βασίλειον Μίνωος, ητις καὶ Καίρατος ἐκαλεῖτο, ὁμωνυμοῦσα ποταμῷ τινι παραρρέοντι. Μίνως δὲ πρῶτος τὴν νῆσον ἐξημέρωσε νόμοις καὶ πολιτείαις καὶ πόλεων συνοικισμοῖς. Ειρηκε δὲ περὶ αὐτῆς καὶ Ομηρος ἐν ̓Οδυσσείᾳ, καὶ γέγραπται ἐκεῖ οσα εδει. ̓Ιστέον δὲ οτι ἀντὶ τοῦ εἰπεῖν, βορειότεραι νῆσοι Κρήτης, βορειότεραι ̓Αμνισοῦ ειπεν ὁ Περιηγητὴς, ἀπὸ μέρους δηλώσας τὸ ολον. Μέρος γάρ τι Κρήτης ὁ ̓Αμνισὸς, ενθα καὶ σπήλαιον Εἰληθυίας, ὡς ἐν τῇ ̓Οδυσσείᾳ ὁ Ποιητὴς ἱστορεῖ. 504 Οτι ἀντικρὺ τῆς Αἰγυπτίας πέζης, ηγουν τῆς τοῦ ∆έλτα βορείας κρηπῖδος η στάσεως η βάσεως, ἡ ̔Ρόδος κεῖται, ης ὁ κύκλος σταδίων ἐστὶν ἐννεακοσίων εικοσι. Περὶ ην πόλις Λίνδος, ἡ καὶ μέχρι νῦν περιᾳδομένη, ἀφ' ης πλοῖα Λινδικὰ, ετι δὲ καὶ ̓Ιηλυσσὸς, καὶ Κάμιρος διὰ τοῦ ι γραφομένη πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου· ὁ γὰρ Κάμειρος τὸ κύριον διὰ διφθόγγου γράφεται (510, 511). Μεθ' ην πρὸς ἀνατολὰς ἐν ἀρχῇ τῆς τῶν Παμφυλίων παραλίας,