καχλάζει μόνον τῷ μεγάλῳ τῶν λέξεων ῥεύματι, καὶ περὶ τὴν συνθήκην τῶν τοῦ λόγου μορίων στρέφεται, καί τινας λόγους ἀναπτύξεων τῶν πολιτικῶν ὑποθέσεων καὶ διαιρέσεων προβέβληται, καὶ κοσμεῖ τὴν γλῶτταν, καὶ ὅλως διαπρεπής ἐστιν ἐν τοῖς πολιτικοῖς λόγοις, ἡ δὲ φιλοσοφία τοῦ περιπτυσσομένου τὸν λόγον κάλλους ἧττον φροντίζουσα, τάς τε φύσεις ἀνιχνεύει τῶν ὄντων καὶ τὰς ἀρρήτους θεωρίας παρίστησι, καὶ οὐδὲ μέχρις οὐρανοῦ ὑψηλολογουμένη προβαίνει, ἀλλὰ καὶ εἴ τις ἐκεῖθεν κόσμος, καὶ τοῦτον ἐξυμνεῖ ποικιλώτερον, οὐκ ᾠήθην δεῖν, ὥσπερ δὴ οἱ πλεῖστοι πεποιήκασιν ἢ πεπόνθασιν, ἢ τὴν τέχνην ξυνειλοχότα τῆς ἐπιστήμης καταμελεῖν, ἢ ταύτην διαμελετῶντα καὶ ἐν θαυμασίοις πλουτοῦντα νοήμασι τῆς τῶν λέξεων κατολιγωρεῖν ἄνθης καὶ τῆς κατὰ τέχνην διαι ρέσεώς τε καὶ τάξεως· διὰ ταῦτα, καὶ ὅπερ ἤδη μοι πολλοὶ προσωνείδισαν, καὶ ῥητορικὴν ὑπόθεσιν μελετῶν, ἔστιν οὗ καὶ ἀπόδειξίν τινα ἐπιστήμονα οὐκ ἀκόμψως εἰσάγω, καὶ αὖθις φιλόσοφόν τι ἀποδεικνύων θέμα, καθωραΐζω τοῦτο ταῖς τεχνικαῖς χάρισιν, ἵνα μὴ πρὸς τὸ μέγεθος τοῦ νοήμα τος ἡ τοῦ ἀναγινώσκοντος ψυχὴ δυσπαραδεκτήσασα τοῦ φιλοσοφουμένου λόγου στερίσκοιτο. 6.42 Ἐπειδὴ δὲ ἐστί τις καὶ ὑπὲρ ταύτην ἑτέρα φιλοσοφία, ἣν τὸ τοῦ καθ' ἡμᾶς λόγου μυστήριον συμπληροῖ, (καὶ τοῦτο δὲ διπλοῦν καὶ φύσει καὶ χρόνῳ μεμερισμένον, ἵνα μὴ τὴν ἑτέραν λέγω διπλόην τήν τε ἐν ἀποδείξεσιν καὶ ὅση ἐξ ἐπινοίας καὶ τεθειασμένης ἐγγίνεταί τισι γνώσεως), περὶ ταύτην μᾶλλον ἢ περὶ τὴν ἑτέραν ἐσπούδασα, τὰ μὲν τὰ ἐκπεφασμένα περὶ ταύτης τοῖς μεγάλοις Πατράσιν ἑπόμενος, τὰ δὲ καὶ αὐτός τι τῷ θείῳ συνεισφέρων πληρώ ματι· καὶ εἴ μέ τις, λέγω δὲ ἁπλῶς καὶ οὐ κομψευόμενος, ἐπαινεῖν ἐπὶ τοῖς λόγοις βούλοιτο, μή με ἐντεῦθεν, μηδ' ὅτι πολλοῖς βιβλίοις ὡμίλησα, οὐ γὰρ ἐκ φιλαυτίας ἠπάτημαι, οὐδὲ τὸ ἐμὸν μέτρον ἠγνόηκα, ὅτι πολλοστόν ἐστι τῶν ὑπὲρ ἐμὲ σοφιστευσάντων ἢ φιλοσοφησάντων, ἀλλ' ὅτι μὴ ἐκ ῥεούσης πηγῆς εἴ τί μοι σοφίας μέρος συνείλεκται ἠρα νισάμην, ἀλλ' ἐμπεφραγμένας εὑρηκὼς ἀνεστόμωσά τε καὶ ἀνεκάθηρα, καὶ ἐν βάθει που τὸ νᾶμα κείμενον σὺν πολλῷ ἀνείλκυσα πνεύματι. 6.43 Νῦν γὰρ οὔτε Ἀθῆναι, οὔτε ἡ Νικομήδεια, οὔτε ἡ πρὸς Αἰγύπτῳ Ἀλεξάνδρεια, οὔτε Φοινίκη, οὔτε μὴν ἑκατέρα Ῥώμη, ἥ τε πρώτη καὶ ἥττων καὶ ἡ μετ' ἐκείνην καὶ κρείττων, οὔτ' ἄλλη τις πόλεων ἐπί τινι τῶν λόγων σεμνύνεται τανῦν, ἀλλὰ καὶ αἱ χρυσίτιδες φλέβες καὶ αἱ μετ' ἐκείνας καὶ ἀργυρίτιδες, καὶ εἴ τινες ἄλλαι τῆς ἀτιμο τέρας τούτων ὕλης, ἐμπεφραγμέναι ξύμπασαι πᾶσι τεθέαν ται· ὅθεν μὴ αὐτοῖς δὴ τοῖς ζῶσι νάμασιν ἐντυχεῖν ἔχων, ταῖς εἰκόσιν ἐκείνων προσεσχηκὼς, εἴδωλα ἄττα καὶ αὐτὰ δεύτερα τῇ ἐμῇ συνεσπασάμην ψυχῇ, καὶ συλλαβὼν οὐδενὶ τούτων ἐβάσκηνα, ἀλλ' ἃ δὴ πόνῳ συνειλόχειν πολλῷ, τούτων πᾶσι μετέδωκα, οὐ μισθοῦ τοὺς λόγους πωλῶν, ἀλλὰ καὶ προσεπιδιδοὺς εἴ τις λαμβάνειν ἐβούλετο· ἀλλὰ ταῦτα μὲν ὕστερον. 6.44 Ἐμοὶ δὲ καὶ πρὸ τοῦ τελείου καρποῦ ἡ ἄνθη τὸ μέλλον προεμαντεύετο· καὶ ὁ μὲν βασιλεὺς οὔπω ἐγνώκει, ἡ δὲ περὶ ἐκεῖνον δορυφορία ξύμπασά με ᾔδει, καὶ ἄλλος ἄλλο τι τῶν ἐμῶν διηρίθμει τῷ βασιλεῖ, προστιθέντες ὅτι μοι καὶ χάρις διαπρέπει τοῖς χείλεσιν. Ἐρῶ δὲ καὶ περὶ τούτου τοῦ μέρους· φυσικαί τινες ἀρεταὶ, ἢ τοὐναντίον, τῇ γενέσει ἡμῶν συνεκδίδονται· λέγω δὲ ἀρετὴν ἐνταῦθα, οὔτε τὴν ἠθικὴν, οὔτε τὴν πολιτικὴν, οὔθ' ἥ τις ὑπὲρ ταύτας καὶ ἄχρι τοῦ παραδείγματος, ἢ τῆς δημιουργικῆς τελειότητος· ἀλλ' ὥσπερ τὰ τῶν γενομένων σώματα, ἃ μὲν μεθ' ὥρας εὐθὺς ἀποτίκτεται, τοῖς δὲ ἡ φύσις σπίλους τινὰς ἐξ ἀρχῆς καὶ ῥυτίδας ἐντέθεικεν, οὕτω δὴ καὶ τῶν ψυχῶν ἡ μέν τις εὐθὺς χαριεστάτη καὶ ἱλαρωτάτη διέγνωσται, ἡ δὲ συννεφὴς καὶ πολλήν τινα τὴν ἀχλὺν ἐπισύρουσα· καὶ τοῦ χρόνου δὲ προϊόντος ταῖς μὲν χάριτες