[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXXVIII.
[128] ΠΡΟΚΟΠΙΩΙ
Διὰ μακροῦ σε προσφθέγγομαι, τὸν ἀντὶ πάντων ἐμοὶ καὶ πρὸ πάντων, ὃν καὶ παρόντα τῶν μεγάλων ἠξίους καὶ ἀπόντα οἶδ' ὅτι τῶν αὐτῶν ἀξιοῖς. Μισθὸς δὲ γενέσθω τῷ διακόνῳ τῆς ἐπιστολῆς τῷ υἱῷ ἡμῶν Ἀνθίμῳ ὑπὲρ μεγάλων μέγας. Τίς οὗτος; τῆς παρὰ σοῦ προστασίας τυχεῖν, ἐν οἷς ἂν δέηται. Μέγιστον δὲ εἰς τὴν πρεσβείαν ἡμῖν καὶ ὁ ἀνὴρ αὐτὸς ἐξ ἐπιφανοῦς στρατείας, ἴσως καὶ τοῖς μεγάλοις ὑμῖν γνώριμος, καὶ ἡ συμφορὰ τοῦ σώματος αὐτόθεν τὴν ὄψιν πείθουσα. Βαρεῖα μὲν καὶ καθ' ἑαυτήν, τῷ παρ' ἀξίαν δὲ ὡς εἰκὸς βαρυτέρα. Τούτοις προστεθεῖσα καὶ ἡ παρ' ἡμῶν παράκλησις οἶδ' ὅτι κατορθώσει μᾶλλον τὸ σπουδαζόμενον.