διηγουμένην δὲ ἀδιήγητοι χάριτες περιέθεον. Ἐμὲ γοῦν ᾕρει ἐπανερωτῶσα πολλάκις μύθους ἑλληνικοὺς, καὶ αὐτὴ προστιθεῖσα εἴ τινος τῶν ἀκριβούντων περὶ ταῦτα ἀκήκοεν· εὐήκοος δὲ εἰ καί τις ἄλλη γυναικῶν ἐγεγόνει (τοῦτο δὲ, οἶμαι, αὐτῇ οὐ παρὰ τῆς φύσεως προσεκτήθη, ἀλλ' ἐπειδὴ πάσας ᾔδει γλώσσας ἐπ' αὐτὴν φερομένας), καὶ τὸ ὑπ' ὀδόντα τινὰ γρῦξαι λαλιὰν ἐκείνη ἐποίει, καὶ εἴκαζε τὸ τονθορυζόμενον εἰς τὸ ἔργον τῆς ὑπολήψεως. 6.61 Ἀμέλει τοι συνειλεγμένων ποτὲ τῶν ὑπογραμ ματευομένων ἡμῶν, πομπὴν αἱ περὶ τὴν βασιλίδα ἐποιοῦντο· προῄεσαν δὲ αὐτή τε καὶ ἡ ἀδελφὴ Θεοδώρα, καὶ μετ' ἐκείνην ἡ σεβαστή (τούτῳ γὰρ αὐτὴν τῷ καινῷ ἀξιώματι αἱ βασιλίδες, δόξαν οὕτω τῷ αὐτοκράτορι, τετιμήκεσαν)· ὡς δ' οὖν προῄεσαν, ἦγε δὲ αὐτὰς ἡ πομπὴ ἐπὶ θέατρον, καὶ τότε ταύτην οἱ πολλοὶ πρώτως ἐθεάσαντο συμπαριοῦσαν ταῖς βασιλίσι, τῶν τις περὶ τὴν κολακείαν πολὺς τοῦτο δὴ τὸ ποιητικὸν ἠρέμα πως ἀπεφθέγξατο, τὸ· «Οὐ νέμεσις», περαιτέρω μὴ συντείνας τὸ ἔπος· ἡ δὲ τότε μὲν οὐδὲν πρὸς τὸν λόγον ἐπεσημήνατο, ἐπεὶ δὲ ἡ πομπὴ ἐτελέσθη, διέκρινέ τε τὸν εἰρηκότα, καὶ τὸν λόγον ἀνέκρινε, μηδὲν ὑποσολοικί σασα τὴν φωνὴν, ἀλλ' ὀρθοεπήσασα τὸ ὄνομα ἀκριβῶς· ὡς δ' ὁ εἰρηκὼς τὴν ἱστορίαν τῷ ἀκριβοῦντι κατέλεξε, καὶ οἱ πολλοὶ ἅμα τῷ λόγῳ πρὸς τὴν ἑρμηνείαν κατένευσαν, φρο νήματος αὐτίκα ἐκείνη πλησθεῖσα, ἀμείβεται τοῦ ἐγκωμίου τὸν ἐπαινέτην οὐκ ὀλίγοις τισὶν, οὐδὲ φαύλοις, ἀλλ' οἷς ἐκείνη κεχρῆσθαι καὶ ἀμείβεσθαι εἴωθεν. Καὶ ἵνα γε αὐτῇ οἵ τε ἄλλοι καὶ αἱ βασιλίδες συμπνέωσι μάλιστα, τὸ ἑκάστῳ ἢ ἑκάστῃ οἰκεῖον ἐδίδου παρέχειν ὁ αὐτοκράτωρ. 6.62 Ἐπεὶ δὲ τῶν δυοῖν ἀδελφῶν, ἡ μὲν χρυσίου πολ λοῦ ἥττητο, οὐχ ἵνα ἔχοι ἢ θησαυρίζοι, ἀλλ' ἵνα εἰς ἄλλους μετοχετεύοι τὸ ῥεῦμα, καὶ τούτων δὴ τῶν ἰνδικωτάτων ἀρω μάτων τῶν τε ἄλλων καὶ μάλιστα τῶν ἔτι τὴν φυσικὴν λιβάδα μὴ ἀπολιπόντων ξύλων, ἐλαῶν τέ τινων σμικροτάτων καὶ δαφνείων καρπῶν λευκοτάτων, ἡ δ' ἑτέρα καὶ νεωτέρα δαρεικῶν ὁσημέραι μυρίων, ὧν δὴ καὶ θήκας χαλκὰς ἐπ εποίητο, ἑκάστῃ τούτων κατάλληλος ἔδοξε τὰ ἐρασμιώτερα διανέμουσα. Ἡ μὲν γὰρ πρώτη βασιλὶς τὸ ζηλότυπον ἤδη διὰ τὴν τῆς ἡλικίας παρακμὴν καταλύσασα, οὐκ ἔτι πρὸς αὐτὴν ἐμηνία, οὐδὲ δυσόργως εἶχε τὸ πάθος τῆς βασκανίας, ὑποσυληθεῖσα τῷ χρόνῳ· καὶ ἡ ἀδελφὴ δὲ, ἀπολαύουσα ὧν ἐβούλετο, τῆς ἀδελφῆς ἐφρόντιζεν ἔλαττον. 6.63 Ἔνθεν τοι ἃ πολλοῖς ἱδρῶσι καὶ πόνοις ὁ βασι λεὺς Βασίλειος ἐν τοῖς βασιλείοις ἀπεθησαύρισε, ταῦτα εἰς ἱλαρὰν ἐκείναις προέκειτο παιδιάν· ἄλλα γὰρ ἐπ' ἄλλοις ἠμείβετό τε καὶ ἀντεδίδοτο, τὰ δὲ καὶ εἰς ἑτέρους μετωχε τεύετο, καὶ ὀλίγου χρόνου ἀνηλώθη πάντα καὶ διεφθάρη· ἀλλ' οὔπω νῦν ὁ λόγος εἰς τοῦτο κατέληξε, συμπληρούτω δὲ τὴν ὑπόθεσιν. ∆ιανειμάμενοι δὲ τὰς οἰκήσεις, ὁ μὲν βασιλεὺς τὸ μέσον ἔλαχε τῶν τριῶν, αἱ δὲ πέριξ ἐσκήνουν, τὸ δὲ ἄδυτον εἶχεν ἡ σεβαστή· καὶ ἡ βασιλὶς οὐκ ἄλλως προσεφοίτα τῷ αὐτοκράτορι, εἰ μὴ μεμαθήκοι πρότερον ὡς ἐφ' ἑαυτοῦ σκηνοῖτο καὶ πόρρω που καθῆστο τῆς ἐρωμένης, εἰ δ' οὒ, τὸ ἑαυτῆς ἔπραττε· τί ποτε τοῦτο; 6.64 Ἐκείνη γυναικείων μὲν παντάπασιν ἔργων ἀπεί χετο, οὔτε γὰρ ἀτράκτῳ ποτὲ τὰς χεῖρας ἠσχόλησεν, οὔτε ἱστουργεῖν ἐπεβάλλετο, οὔτε ἄλλου τινὸς ἐπεβάλλετο· κατω λιγώρει δὲ καὶ βασιλείων καλλωπισμῶν, εἰ μὲν καὶ ἐν ὥρᾳ τῆς ἀκμῆς οὐκ οἶδα, παρηκμακυῖα δ' οὖν τὸ φιλότιμον ἅπαν κατέλυσεν· περὶ τοῦτο δὲ μόνον ἐπόνει καὶ τὴν πᾶσαν πραγματείαν συνέτεινεν, τὰς τῶν ἀρωμάτων φύσεις μετα βάλλειν, καὶ μυρεψεῖν, τὰ δὲ πλάττειν τε καὶ τυποῦν, τὰ δ' ἄλλως ἐργάζεσθαι, καὶ ὁ ἀποτετμημένος αὐτῇ οἶκος εἰς εὐνὴν οὐδέν τι σεμνότερος ἦν τῶν ἐπὶ τῆς ἀγορᾶς ἐργαστη ρίων, ἐφ' ὧν αἱ βάναυσοι τῶν τεχνῶν καὶ ἐμπύριοι τὴν ξυντέλειαν ἔχουσι· πυρὰ γοῦν πολλὰ πέριξ τοῦ δωματίου