αὐτῆς ὑπανήπτετο, καὶ τῶν ἀμφιπόλων ἑκάστη ἡ μὲν τὰ μεγέθη τῶν ἀρωμάτων διῄρει, ἡ δὲ ταῦτα συνέπλαττεν, ἡ δ' ἄλλο τι τοιοῦτον εἰργάζετο· τοῦ μὲν οὖν χειμῶνος ἐδόκει τι πρὸς ἐκείνης εἶναι τὰ ὑπουργούμενα, καὶ τὸ πολὺ πῦρ τὸν ψυχρὸν ἐκείνῃ ἀέρα διήμειβε, θερείας δὲ οὔσης τῆς ὥρας, τοῖς μὲν ἄλλοις βαρύ τι καὶ ἀγχοῦ παριέναι ἐκεῖσε ἐδόκει, ἡ δὲ ὥσπερ ἀναισθήτως τοῦ καύματος ἔχουσα ὑπὸ πολλοῖς ἐδορυφορεῖτο πυρσοῖς· ἀλλόκοτος γὰρ αὐτῇ τε καὶ τῇ ἀδελφῇ ἡ φύσις ἐδόκει· ὀλιγώρως εἶχον καὶ εὐπνουστέρου ἀέρος, καὶ οἰκήματος λαμπροτέρου, καὶ λειμώνων, καὶ παραδείσων, καὶ οὐδὲν αὐτὰς τῶν τοιούτων ἔθελγεν, εἰ δὲ ἔνδον εἶεν τῶν ἀποτετμημένων αὐταῖς οἰκημάτων, καὶ ἡ μὲν τὸ χρυσοῦν ῥεῦμα ἐπισφραγίζοι, ἡ δὲ τὴν ὁδὸν διακαθαίροι τῷ ῥεύματι, τοῦτο αὐταῖς ἀντὶ πάσης ἀπολαύσεως ἦν. 6.65 Τὰ μὲν οὖν ἄλλα τῆς πρώτης βασιλίδος (λε γέσθω γάρ τι πλέον περὶ αὐτῆς, ἕως ἂν τῇ σεβαστῇ αὐτο κράτωρ συναναπαύηται), οὐ λίαν ἐπαινεῖν ἔχων, ἓν τοῦτο θαυμάζων διατελῶ, ὅτι δὴ φιλοθεΐᾳ πάσας μὲν γυναῖκας, πᾶσαν δὲ φύσιν ὑπερεβάλλετο ἄρρενα· ὥσπερ γὰρ οἱ ἀνα κραθέντες διὰ θεωρίας Θεῷ, μᾶλλον δὲ οἱ καὶ ὑπὲρ τοῦτο γεγονότες καὶ ἀκριβῶς ἐνθεάσαντες, τοῦ τελείου μόνον ἐφετοῦ ἔχονται, κἀκεῖθεν ᾐώρηνται, οὕτω δὴ καὶ ταύτην τὸ περὶ τὸ θεῖον θερμότατον σέβας τῷ πρώτῳ καὶ ἀκραι φνεστάτῳ φωτὶ ἀκριβῶς, ἵν' οὕτως εἴπω, συνεκέρασεν· οὐδὲν γὰρ ὅτι μὴ τὸ τοῦ Θεοῦ ὄνομα διὰ παντὸς ἐπὶ γλώττης ἐκείνῃ. 6.66τ Περὶ τοῦ Ἀντιφωνητοῦ. Ἀμέλει τοι καὶ τὸν ἐκείνης, ἵν' οὕτως εἴποιμι, Ἰησοῦν διαμορφώσασα ἀκριβέστερον, καὶ λαμπροτέρᾳ ὕλῃ ποικίλασα, μικροῦ δεῖν ἔμπνουν εἰργάσατο τὸ εἰκόνισμα· ἐπεσημαίνετο γὰρ τοῖς χρώμασι τὰ αἰτούμενα, καὶ ἐδήλου τὰ μέλλοντα ἡ χροιά· πολλὰ γοῦν ἐκείνη ἐντεῦθεν τῶν ἐσομένων κατεμαντεύετο· εἴ τε γοῦν τι θυμῆρες προσεγε γόνει αὐτῇ, εἴ τε δυσχερές τι προσεπεπτώκει, εὐθὺς ἀφ ικνεῖτο πρὸς τὴν εἰκόνα, τὰ μὲν ἀνθομολογουμένη, τὰ δὲ ἐξιλεουμένη. Ἐγὼ γοῦν ἐθεασάμην αὐτὴν πολλάκις ἐπὶ δυσχερεστέρων καιρῶν, νῦν μὲν τὴν θείαν ἀγκαλιζομένην εἰκόνα καὶ καταθεωροῦσαν ταύτην, καὶ ὡς ἐμψύχῳ διαλεγο μένην καὶ <τὰ> κάλλιστα τῶν ὀνομάτων συνείρουσαν, νῦν δὲ ἐπ' ἐδάφους κειμένην καὶ δάκρυσι μὲν τὴν γῆν πιαίνουσαν, τυπετοῖς δὲ τὰ στέρνα διασπαράττουσαν· καὶ ἢν μὲν ὠχρια κότα ἴδοι, ἀπῄει στυγνάζουσα, εἰ δὲ πυρράζοντα καὶ φανο τάτῃ αἴγλῃ καταλαμπόμενον, διήγγελλέ τε αὐτίκα τῷ βασι λεῖ τὸ πρᾶγμα καὶ προκατήγγειλε τὸ ἐσόμενον. 6.67 Οἶδα μὲν ἀναγνοὺς λόγους ἑλληνικοὺς, ὡς ὁ ἀναπεμπόμενος εἰς ἀέρα τῶν ἀρωμάτων ἀτμὸς ἀπελαύνει μὲν τὰ πονηρὰ πνεύματα, ἐπεισκρίνει δὲ ταῖς ὑποκειμέναις ὕλαις τὰς τῶν κρειττόνων παρουσίας, ὅπερ δὴ ἐπ' ἄλλοις καὶ λίθοι καὶ πόαι καὶ τελεταὶ τὰς θεοφανίας ἐνδείκνυνται· οὔτε δὲ πρῶτον ἀναγνοὺς προσηκάμην τὸν λόγον, καὶ μετὰ ταῦτα οὐκ ἔργοις πιστεύσας, ἀλλὰ βαλὼν λίθοις ἀπήλασα· ἐκείνη δὲ οὔτε ἑλληνικώτερον, οὔτ' ἄλλως περιεργότερον τὴν περὶ τὸ θεῖον ἐποίει τιμὴν, ἀλλὰ τὸν τῆς ψυχῆς πόθον ἐπιδεικνυμένη, καὶ καθοσιοῦσα Θεῷ τῶν παρ' ἡμῖν δοκούν των ἀγαθῶν τὰ τιμιώτερα καὶ σεμνότερα. 6.68 Ἐς τοσοῦτον γοῦν τῇ βασιλίδι ἀγαγόντες τὸν λόγον, ἐπανακαλέσωμεν αὖθις εἰς τὴν σεβαστὴν καὶ τὸν αὐτοκράτορα, καὶ, εἰ δοκεῖ, διεγείρωμέν τε καὶ διέλωμεν, καὶ τὸν μὲν ἐς τὸν μέλλοντα λόγον ταμιευσώμεθα, τῇ δὲ διὰ τοῦ παρόντος συνέλωμεν τὴν ζωήν. 6.69τ Περὶ τῆς τελευτῆς τῆς σεβαστῆς. Ὁ μὲν γὰρ αὐτοκράτωρ ἴσως, καὶ λόγος περὶ τούτου διέρρει πολὺς, μέλλουσαν αὐτῇ βασιλείαν προεμνη στεύετο, οὐκ οἶδ' ὅπως