[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXXXI.
[131] ΟΛΥΜΠΙΩΙ
Τοῦτό μοι τῆς ἀρρωστίας ἐστὶ βαρύτερον τὸ ἀρρωστοῦντα μηδὲ πιστεύεσθαι, ἀλλ' ἐκδημίαν οὕτω μακρὰν ἐπιτάττεσθαι καὶ εἰς μέσους θορύβους ὠθεῖσθαι, ὧν τὴν ἀναχώρησιν ἠγαπήσαμεν, μικροῦ καὶ χάριν διὰ τοῦτο τῇ τοῦ σώματος κακοπαθείᾳ ὁμολογήσαντες. Ἀπράγμων γὰρ ἡσυχία τῆς ἐν πράγμασι περιφανείας τιμιωτέρα. Τοῦτο ἐπέστειλα μὲν καὶ πρῴην τῷ θαυμασιωτάτῳ οὐϊκαρίῳ τὸ αὐτὸ δεξάμενος πρόσταγμα: ἐπιστεῖλαι δὲ καὶ νῦν ὑπὲρ ἡμῶν ἡ σὴ μεγαλόνοια καταξιωσάτω, ὃν ἀξιόπιστον μάρτυρα τῆς ἡμετέρας ἔχομεν ἀρρωστίας. Πείθει δὲ καὶ ἡ ζημία ἣν ἐζημιώμεθα νῦν, μηδὲ προσδραμεῖν καὶ ἀπολαῦσαί σου δυνηθέντες, ἄρχοντος οὕτω δεξιοῦ καὶ οὕτω θαυμασίου τὴν ἀρετήν, ὡς καὶ τὰ προοίμια τῆς σῆς ἀρχῆς εἶναι τιμιώτερα τῆς διὰ τέλους ἑτέρων εὐδοκιμήσεως.