[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXXXIII.
[133] ΒΙΚΤΟΡΙ
Οὐχ ὅτι νῦν γράφομεν, τολμηροί, ἀλλ' ὅτι μὴ τάχιον, ὀκνηροί, μᾶλλον δὲ οὐδὲ τοῦτο: οὐ γὰρ εὐποροῦμεν δι' ὧν ἐπιστελοῦμεν, καίτοι γε πῶς οἴει τοῦτο ποθοῦντες, ἐν ἀγρῷ πόρρω που τῆς μονῆς διατρίβοντες κἀκεῖ τοῦ σώματος ἡμῶν ἐπιμελούμενοι. Νῦν δέ, ἡνίκα καιρός, καὶ προσφθεγγόμεθά σε καὶ ἀξιοῦμεν ἣν παροῦσιν ἡμῖν τιμὴν ἐχαρίζου, ταύτην καὶ ἀποῦσι χαρίζεσθαι, καὶ μὴ διὰ γραμμάτων ὀκνεῖν παραμυθεῖσθαι ἡμᾶς σφόδρα τῷ χωρισμῷ κάμνοντας. Ἐπειδὴ δὲ πάλιν σύνοδος, ἀγὼν πάλιν, καὶ τοῦτο ἐν μέσοις ἐχθροῖς πάντα τηροῦσιν ἐπιμελῶς τὰ ἡμέτερα, δὸς χεῖρα τῇ κοινῇ καταστάσει, ὡς μέρος ὢν τῆς Ἐκκλησίας οὐ τὸ φαυλότατον, καὶ μὴ περιίδῃς πάντα καταναλωθέντα τῷ ἐμπρησμῷ τῷ νῦν περιέχοντι τὴν Ἐκκλησίαν. Ἀλλ' ὅ τι ἂν δυνηθῇς τῶν σβεστηρίων ὀργάνων, τοῦτο προσένεγκε, καὶ τοῖς ἄλλοις διακελεύου, ἵνα καὶ τὸ σὸν εὖ ἔχῃ, τοῦ κοινοῦ πράττοντος ἄμεινον.