[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXXXIV.
[134] ΤΩΙ ΑΥΤΩΙ
Ὄντως νικητὴς σὺ καὶ διὰ πάντων ἀριστεύς, ὦ θαυμάσιε. Νικῶν γὰρ τοῖς ὅπλοις τοὺς πολεμίους, ἕως ἐξῆν, καὶ νῦν πάντας νικᾷς χρηστότητι. Διὰ τοῦτο καὶ τὴν προσηγορίαν ταύτην ἐθαρρήσαμεν προσαγαγεῖν, καὶ μετὰ τῆς προσηγορίας τὸν τιμιώτατον υἱὸν Ὑπερέχιον, ὃν οἶδα ὅτι καὶ διὰ τὸν τρόπον τιμήσεις, εἰ πεῖραν τοῦ ἀνδρὸς λάβοις, καὶ δι' ἡμᾶς οἷς ἔγνωκας τὰ πάντα χαρίζεσθαι. Καὶ θαρρεῖν σοι κέλευε, εἰς ὑπόμνημα τῆς ἡμετέρας φιλίας, ἥν, ὅσον αἰδῇ, πεπείσμεθα.