καὶ ἐκ πλαγείς. 6.78 Ἐπεὶ δὲ τὴν Ἰταλίαν ἀποσεσυλήμεθα καὶ τὸ σεμνότατον τῆς ἀρχῆς ἀφῃρήμεθα μέρος, πέμπει τοῦτον ὁ δεύτερος Μιχαὴλ πολεμήσοντα μὲν τοῖς ἡρπακόσιν αὐτὴν, τῷ δὲ κράτει τὸ μέρος ἐπανασώσοντα· λέγω δὲ νῦν Ἰταλίαν, οὐ τὴν ἀκτὴν ξύμπασαν, ἀλλὰ μόνον δὴ τὸ πρὸς ἡμᾶς τμῆμα τὸ κοινὸν ἰδιωσάμενον ὄνομα. Ὁ μὲν οὖν τοῖς ἐκεῖσε μέρεσι μετὰ παντὸς ἐπιστὰς τοῦ στρατεύματος, πᾶσιν ἐχρᾶτο τοῖς στρατηγήμασι, καὶ δῆλος ἦν τοὺς μὲν κατασχόντας ἀπελάσων, τὴν δὲ αὐτοῦ χεῖρα ἀντ' ἄλλου τινὸς ἐρύματος ἀντιστήσων ταῖς ἐκείνων ἐπιδρομαῖς. 6.79 Ἐπεὶ δὲ ὁ μὲν Μιχαὴλ ἐξώσθη τοῦ κράτους, εἰς δὲ τὸν αὐτοκράτορα Κωνσταντῖνον, περὶ οὗ γράφειν προῄρημαι, τὰ τῆς ἀρχῆς ἀπεῖδε πράγματα, δέον εὐθὺς πάσαις ἀποστολιμαίαις ἐκεῖνον καταγεραίρειν γραφαῖς καὶ στεφάνοις ἀναδεῖσθαι μυρίοις καὶ τἄλλα ποιεῖν ὁπόσα δὴ ἐκεῖνον θεραπεύσειν ἔμελλεν, ἀλλ' ὅ γε αὐτοκράτωρ παντά πασι τούτου κατολιγωρήσας τοῦ μέρους, ἐκείνῳ τε ὑποψίας κατέσπειρεν ἀφορμὰς, καὶ τῇ βασιλείᾳ πόρρωθεν κατεβάλ λετο πράγματα· ἐπεὶ δέ ποτε καὶ εἰς μνήμην αὐτοῦ ἐλήλυ θεν ὁ ἀνὴρ, καὶ ἐν κακοῖς ἐγνωρίζετο, τυραννικά τε φρονῶν ἐγινώσκετο, οὐδ' οὕτω δεξιῶς τὰ πρὸς ἐκεῖνον μετεχει ρίσατο· οὐ γὰρ προσποιεῖται τὸ τέως μελετώμενον ἀγνοεῖν, ἀλλ' ὡς πρὸς ἤδη τυραννήσαντα ἀναρρήγνυται. 6.80 Πέμπει γοῦν πρὸς αὐτὸν οὔτε τοὺς θεραπεύ σοντας, οὔτε τοὺς ἄλλως ἐξομαλίσοντας καὶ πρὸς τὸ δέον μεταρρυθμίσοντας, ἀλλ', ἵν' οὕτως εἴποιμι, τοὺς ἀποκτενοῦν τας, ἢ, τό γε μετριώτερον, ἐξονειδίσοντας αὐτῷ τὴν δυσμέ νειαν καὶ μονονοὺ μαστιγώσοντας καὶ δεσμήσοντας καὶ τῆς Πόλεως ἐξελάσοντας· καὶ ὁ κορυφαῖος τῶν πρέσβεων οὐ τῶν ἐν τοιούτοις ἐξητασμένων, οὐδὲ τῶν προλαβόντων τῷ χρόνῳ πολιτικῶν ἢ στρατιωτικῶν πραγμάτων ἐπιμέλειαν, ἀλλὰ τῶν ἐκ τριόδων ἀθρόον ἐπεισπεσόντων εἰς τὰ βασίλεια. 6.81 Καταπλεύσας γοῦν πρὸς τὸν τέως τυραννεῖν ἐπειλημμένον, στρατευμάτων ἤδη κατάρχοντα, καὶ τὴν ἐκείνου ὑποπτεύσαντα ἄφιξιν, οὔτε προδιασαφεῖ τούτῳ ὡς εἰρηνικὰ ἀπαγγέλλων ἐλήλυθεν, οὔθ' ὅλως προδιαγγέλλει ὅτι ἐλήλυθεν, ἀλλ' ὥσπερ λαθὼν τὴν ἔφοδον ἱππότης αὐτῷ ἀθρόον προσήλασε, καὶ τῶν ἐξομαλιζόντων οὐδὲν εἰρηκὼς, οὐδὲ τοιοῦτόν τι προοιμιασάμενος δι' οὗ καταστήσειν ἑαυτῷ τὴν πρὸς τὸν ἄνδρα ἐντυχίαν ἔμελλε, παίει αὐτίκα λαμπρῶς τοῖς ὀνείδεσι καὶ ἐπαπειλεῖται τὰ χαλεπώτατα. Ὁ δὲ τοῦτο αὐτὸ ἤδη κατειληφὼς ὅπερ ὑπώπτευεν, εἶτα δὴ καὶ δείσας περὶ τῶν λανθανόντων, διαπυροῦται τῷ θυμῷ καὶ ἐπανατείνει τὴν χεῖρα τούτῳ, οὐχ ὡς πλήξων, ἀλλ' ὡς φο βήσων· ὁ δὲ ὥσπερ ἐπ' αὐτοφώρῳ τοῦτον ἐντεῦθεν ἑλὼν τύραννον, διεμαρτύρατο τὴν θρασύτητα, καὶ προστίθησιν ὡς οὐκ ἀποφεύξεται ἐπὶ τηλικούτοις ἁλούς· ἀπογνωστέα γοῦν τούτῳ τε καὶ τῷ μετ' αὐτοῦ στρατῷ τὰ πράγματα ἔδοξε, καὶ συγκινηθέντες, τὸν μὲν πρεσβευτὴν ἀναιροῦσιν, ὡς δ' οὐκ ἂν ἄλλως αὐτοῖς χρησομένου τοῦ αὐτοκράτορος, τυραννεῖν ἤδη κατάρχονται. 6.82 Οἷα δὴ ἀνδρὶ γενναίῳ καὶ κορυφαίῳ τὴν στρα τηγικὴν τέχνην πολλοὶ συνερρυήκεσαν, οὐχ ὅσοι στρατεύ σιμον εἶχον τὴν ἡλικίαν, ἀλλ' ἤδη καὶ οἱ ἐφ' ἑκάτερα τῆς ἀκμῆς· ὁ δὲ, ἐπειδὴ μὴ τοῖς πλήθεσιν, ἀλλὰ ταῖς τέχναις καὶ ταῖς ἐμπειρίαις ᾔδει τὰ τρόπαια κατορθούμενα, τοὺς ἐμπειροτάτους πρὸς πόλεμον συλλεξάμενος καὶ μεθ' ὧν ἐκεῖνος πολλὰς μὲν διεπόρθησε πόλεις, πλειόνων δὲ χρημά των τε καὶ σωμάτων γέγονεν ἐγκρατὴς, ἅμα τούτοις συντε ταγμένος, ἐπὶ τὴν ἀντιπέρας γίνεται ἤπειρον, πάντας μὲν διαλαθὼν τῆς ὄχθης φύλακας, οὐδενὸς τῶν ἀντιστρατευο μένων ἐκείνῳ ἐξιέναι τολμήσαντος, ἀλλὰ πάντων ὑπο πτηξάντων ἐκεῖνον καὶ ἐκποδὼν γεγονότων.