[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXXXVIII.
[138] ΒΟΣΠΟΡΙΩΙ
Ἐνόμιζον μὲν καὶ ὑπὲρ τῶν προτέρων χρεωστεῖσθαί μοι παρ' ὑμῶν ἀπολογίαν, οὕτως ἀρχαῖός τίς εἰμι καὶ μάταιος. Ἐπειδὴ δὲ οὐκ ἀνίετε πολεμοῦντες ἡμῖν, ἀλλ' ἀεὶ τοῖς προτέροις ἐπαγωνίζεσθε καὶ ταῖς ὕβρεσιν ὕβρεις προσεξευρίσκετε, οὐκ οἶδα δι' ἥντινα αἰτίαν, εἴτε ἡμᾶς μισοῦντες, εἴτε ἄλλοις τὴν ἀτιμίαν ἡμῶν χαριζόμενοι, ταῦτα μὲν τῷ Θεῷ καὶ εἰδέναι καὶ κρίνειν παρήσομεν, ὃν λανθάνει τῶν ὄντων οὐδέν, ὅ φησιν ἡ θεία Γραφή, κἂν κυκῶμεν τὸ τῆς ἀληθείας πρόσωπον εὐπρεπείας ἕνεκεν τῆς πρὸς τοὺς πολλούς. Εὐαγγελιζόμεθα δὲ τὴν ὑμετέραν εὐλάβειαν: ἡττήμεθα, καὶ τῆς Ἐκκλησίας, ἂν διδῷ Θεός, τὰ δυνατὰ φροντίζειν οὐ κατοκνήσομεν (ἐπειδὴ τοῦτο ἀγωνίζεσθε, καὶ μάλιστα τοῦ καιροῦ κατεπείγοντος διὰ τὴν προσδοκωμένην τῶν ἐναντίων ἐπιδρομήν, ὡς αὐτὸς γράφεις): ἀλλὰ τὸ ταπεινὸν τοῦτο σῶμα χρήσομεν τῷ Θεῷ, μέχρις ἂν διαρκῇ καὶ σθένωμεν, ἵνα μήτε ἡμεῖς βάρος ἔχωμεν, οὕτω κατακρινόμενοι παρ' ὑμῶν καὶ παρὰ παντὸς τοῦ κλήρου καταβοώμενοι παντοίοις ὀδυρμοῖς ἐκθλίβοντος ἡμᾶς, καὶ τὴν Ἐκκλησίαν ὁρῶντες ἀμελουμένην καὶ τοὺς πολλοὺς πλήσσοντες, ὥσπερ ὑπερορῶντες τὰ τῆς Ἐκκλησίας: μήτε ὑμεῖς μακρότερα κάμνητε ἀτιμοῦντες ἡμᾶς. Καὶ τοῦτο πράξομεν ταῖς ὑμετέραις εὐχαῖς, εἰ αὐτὸς ὀκνεῖς τῆς Ἐκκλησίας τὴν προστασίαν, ὡς αὐτός τε λέγεις καὶ πείθει τὰ πράγματα. Βέλτιον γὰρ ἐκείναις ἐναποθανεῖν ταῖς φροντίσιν ἢ ταύταις, ἐπειδὴ δεῖ πάντως ταλαιπωρεῖν, οὕτω τυποῦντος τοῦ Θεοῦ τὰ ἡμέτερα.