6.83 Τὰ μὲν οὖν περὶ ἐκεῖνον τοιαῦτα· ὁ δέ γε αὐτοκράτωρ, ἐπειδὴ καὶ τὴν τοῦ πρέσβεως ἐμεμαθήκει ἀναί ρεσιν, καὶ τὴν τοῦ τυραννοῦντος ἀπόνοιαν, στράτευμα κατ' ἐκείνου μυρίανδρον συγκροτεῖ· εἶτα δὴ δείσας περὶ τοῦ τῶν δυνάμεων ἄρξοντος, μὴ ἐκεῖνον τροπωσάμενος ἐπ' αὐτὸν χρήσηται τὸν πεπομφότα τῷ κατορθώματι καὶ τύραννος αὐτῷ ἐπιστῇ τοῦ προτέρου βαρύτερος, ἀπείρου συλλεγέντος στρατεύματος καὶ πρὸς ὅπερ ἂν ἐφορμήσειεν εὐθὺς κατορ θώσαντος, τῶν μὲν γενναιοτέρων οὐδένα ταῖς τάξεσι δίδω σιν, ἐφίστησι δὲ ταύταις ἄνδρα, πιστὸν μὲν τὰ πρὸς ἐκεῖνον καὶ ἐκτομίαν, οὐδενὶ δὲ τῶν πάντων σεμνολογούμενον. Οὗ τος ἄρας ἐντεῦθεν ἐπὶ τὸν τυραννοῦντα σὺν πολλῷ χωρεῖ τῷ στρατεύματι. Ὁ δὲ, ἐπειδὴ ἐμεμαθήκει ὡς εἴη συγκε κινημένον ἐπ' αὐτὸν τὸ Ῥωμαϊκὸν ξύμπαν στρατόπεδον, οὔτε ἀποδειλιᾷ τὸ πλῆθος οὔτε τὴν συγκίνησιν ὑποπτήσσει, ἀλλὰ πάντα κατόπιν τῶν τυραννικῶν πεποιηκὼς λογισμῶν, πειρᾶται ἀσυντάκτους καταλαβεῖν, καὶ σὺν εὐζώνῳ τῇ στρα τιᾷ οὔπω προσδοκηθεὶς τούτοις ἐφίσταται. 6.84 Ἐπεὶ δὲ κἀκεῖνοι κατὰ βραχὺ συνταχθέντες 6.84 ἀντέστησαν, θεαταὶ μᾶλλον τοῦ ἀνδρὸς ἢ ἀγωνισταὶ ἐγεγό νεισαν, τοῖς δὲ πολλοῖς καὶ τὴν θέαν ὑπετέμνετο· οὕτως ἀστραπαῖος αὐτοῖς ἔδοξε, βροντῶν μὲν τοῖς στρατηγικοῖς ἐμβοήμασι, καθιππεύων δὲ τὰς φάλαγγας, καὶ οἷς ἂν ὀφθείη ἐκταράσσων τούτους εὐθύς. Τὸ μὲν οὖν πλῆθος ἐκ προοι μίων τροποῦται τῇ γενναιότητι, ἡττᾶται δὲ τῶν ἄνωθεν διοικήσεων καὶ ὧν ἡμεῖς τοὺς λόγους οὐκ ἴσμεν· ὡς γὰρ ἐπειδὴ περιϊὼν τὰς ἡμετέρας διετάραττε φάλαγγας, καὶ ὅπη δ' ἂν ἐκεῖνος ὁρμήσειε διελύετο ὁ συνασπισμὸς καὶ εἰς τοὐπίσω τὸ συντετειχισμένον ἐχώρει τοῦ στρατοπέδου, καὶ τὸ ξύμπαν ἤδη κατὰ μέρη διετέμνετό τε καὶ κατεφθείρετο, πληγὴν ἀθρόως κατὰ τῆς δεξιᾶς λαγόνος εἰσδέχεται, οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' εἰς βάθος, ὅθεν ἀθρόον πλεῖστον ἐκεῖθεν αἷμα κατέρρει· καὶ ὃς, ὥσπερ οὐκ αἰσθανθεὶς τῆς πληγῆς, ἀλλὰ τὸ αἷμα καταρρέον ἰδὼν, εἶτα δὴ τὴν χεῖρα ἐπιθεὶς ὅθεν κεκένωτο, καὶ καιρίαν γνοὺς τὴν βολὴν, τοῖς ὅλοις ἀπειρηκὼς, ἐπειρᾶτο μὲν ἐπὶ τὸν οἰκεῖον ἐπανιέναι χάρακα, καὶ βραχὺ δή τι τῶν στρατευμάτων ἀπῆγεν ἑαυτόν· ὡς δ' οὐκ εἶχεν ἤδη ὅπως μετενέγκοι τὸν ἵππον, τοῦ σώματος αὐτῷ πάντη ἐξασθενήσαντος, καὶ ἀχλύος πληρωθείσης τῆς κεφαλῆς, ἠρέμα ἐπιστενάξας καὶ ὅσον παρεῖχεν ἡ δύναμις, ἀκρατής τε εὐθὺς τοῦ χαλινοῦ γίνεται, καὶ τῆς ἕδρας ἀπ ολισθήσας, θέαμα ἐλεεινὸν τῇ γῇ κατέρριπτο. 6.85 Τὸ δέ γε ἡμεδαπὸν στράτευμα οὐδ' οὕτως ἐθάρρει τὸν κείμενον, ἀλλὰ καὶ αὖθις ἐπεῖχον τοὺς χαλι νοὺς, δεδοικότες μή ποτε κλέμμα εἴη τὸ θέαμα· ὡς δ' ὅ τε ἱπποκόμος ἀπῆν, καὶ ὁ ἵππος ἐλευθέρῳ ποδὶ ἀτάκτως ἀνὰ τὸ μεταίχμιον ἔθει, παμπληθεὶ πάντες ὁρμήσαντες ἐπὶ τὸν νεκρὸν, εἶτα δὴ ἰδόντες καὶ θαυμάσαντες ὁπόσον μέρος τῆς γῆς ἐπεῖχεν ἐκτεταμένος, τὴν κεφαλὴν ἀποτεμόντες τῷ τῆς φάλαγγος ἡγεμόνι προσάγουσιν. Εἶτα δὴ ἐπὶ τούτῳ πολλοὶ οἱ τὸν ἄνδρα ἀπεκτονότες ἐσχεδιάσθησαν, καὶ λόγοι ἐπὶ τούτῳ συνετίθεντό τε καὶ συνεπλάττοντο· ὡς δ' οὐκ ἦν ἀποδείκνυσθαι τὰ λεγόμενα, ἀγνώστους τινὰς ἱππέας ἐπ' ἄντην ὡρμηκότας ἐλογοποίουν ἐκκεφαλίσαι· καὶ πολλῶν οὕτω πλαττομένων λόγων, ἀπόδειξις οὐδεμία τοῖς λεγομέ νοις ἐπῆν· ἀλλ' ὅτι μὲν τὴν λαγόνα διῄρητο, τομὴν ἐντεῦ θεν κατηγόρουν αἰχμῆς, ὁ δὲ τρώσας ἀφανὴς τέως ἐστὶν ἄχρι τῆσδε τῆς συγγραφῆς. 6.86 Ἐκεῖνος μὲν οὖν οὕτω δὴ τὰ μὲν παθὼν, τὰ δὲ καὶ ποιήσας τῶν κατηγορίαν ἐχόντων, τοιούτῳ δὴ τέλει τὸν βίον κατέλυσε· τὸ δὲ περὶ ἐκεῖνον στρατόπεδον, μέρη μέν τινα ἐπὶ τὰς οἰκείας πατρίδας ἀπεληλύθεσαν ἀφανῶς, τὸ δὲ πλεῖστον μέρος τοῖς ἡμετέροις προσέθετο· καὶ πρὶν ἢ πρὸς τὸν αὐτοκράτορα ἐπανελθεῖν τὰ στρατεύ ματα, ἡ τοῦ τυραννήσαντος ἐκπέμπεται κεφαλή· καὶ ὃς καθαπερεί τινος καλύπτοντος