κἀκεῖνος βραχύν τινα χρόνον ἐπιβιώσας τῇ βασιλείᾳ μετήλλακτο, καὶ εἰς ἄσημόν τινα τὸν Μιχαὴλ τὸ κράτος μετέπεσεν, ἐπ' αὐτὸν καὶ δὴ τὰς οἰκείας δυνά μεις ἐξώπλιζον, καὶ δεῖν ἐγνωκότες διὰ θαλάττης πρὸς ἡμᾶς ἐμβαλεῖν, ὑλοτομήσαντες ἄνωθεν καὶ σκάφη μικρά τε καὶ μείζω διαγεγλυφότες, καὶ λανθανόντως κατὰ βραχὺ ἱκανῶς παρασκευασάμενοι, μεγάλῳ δὴ στόλῳ ἐπὶ τὸν Μιχαὴλ καταπλεῖν ἔμελλον· ἐν ὅσῳ δὲ ταῦτα ἐκείνοις ηὐτρέπιστο καὶ ὁ πόλεμος ἔμελλε, προλαμβάνει τὸν ἐκείνων κατάπλουν καὶ οὗτος ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἀπαναστάς· ὡς δὲ καὶ ὁ μετ' ἐκεῖνον οὐ πάνυ τι τὸ ἴχνος ἐρείσας τοῖς βασιλείοις ἀπεληλύθει, ἥδραστο δὲ τὸ κράτος ἐπὶ τὸν Κωνσταντῖνον, εἰ καὶ μηδὲν οἱ βάρβαροι τοῦτον εἶχον ἐπὶ τῷ πολέμῳ καταιτιᾶσθαι, ἀλλ' ἵνα μὴ ἄπρακτος αὐτοῖς ἡ παρασκευὴ νομισθείη, ἀπροφάσιστον πρὸς ἐκεῖνον ἀναρρήγνυνται πόλεμον· ἡ μὲν οὖν ἀναίτιος αἰτία τῆς ἐπὶ τὸν αὐτοκράτορα ἐκείνων ὁρμῆς αὕτη. 6.92 Ὡς δὲ ἤδη λαθόντες τῆς Προποντίδος ἐντὸς ἐγεγόνεισαν, τὰ μὲν πρῶτα ἐφ' ἡμῖν ἐτίθουν τὸ σπένδεσθαι, εἴ γε βουλοίμεθα μεγάλους αὐτοῖ τῶν σπονδῶν ἀποδιδόναι μισθοὺς, καὶ τὸν ἀριθμὸν περιετίθεσαν, ἐφ' ἑκάστῳ σκάφει στατῆρας χιλίους, ὡς συμβαίνειν μὴ ἄλλως αὐτοῖς τούτους ἀπαριθμεῖσθαι, ἢ ἑνί τῳ δὴ σκάφει τῶν παρ' αὐτοῖς· ἐβού λετο δὲ αὐτοῖς ταῦτα, ἢ τῷ οἴεσθαι πηγάς τινας παρ' ἡμῖν εἶναι χρυσίτιδας, ἢ ἐκ παντὸς τρόπου ἑλόμενοι μάχεσθαι, ἀνηνύτους ὑποθέσεις παρείχοντο, ἵν' εὐπροφάσιστος αὐτοῖς ὁ πόλεμος γίγνοιτο. Ὅθεν, ἐπεὶ μηδ' ἀποκρίσεως οἱ πρέσβεις αὐτῶν ἠξιώθησαν, οὕτω δή τοι πρὸς ἀλλήλους συνεσκευά σθησαν, καὶ τοσοῦτον ἐπὶ τῷ σφετέρῳ πλήθει ἐθάρρουν, ὡς αὔτανδρον οἴεσθαι τὴν Πόλιν ἑλεῖν. 6.93 Ἦν δὲ τηνικαῦτα ἡμῖν καὶ τὸ διὰ θαλάσσης μάχιμον πάντη ἐνδεῶς ἔχον, αἵ τε πυρφόροι νῆες ἐπὶ τοῖς παραλίοις διεσκίδναντο τόποις, ἄλλο τι ἄλλαι τοῦ καθ' ἡμᾶς μέρους φυλάττουσαι. Ὅθεν ὁ αὐτοκράτωρ λείψανά τινα τοῦ παλαιοῦ στόλου συνηθροικὼς, καὶ ταῦτα δὴ ζεύξας, ὁλκάδας τε τῶν βασιλικῶν συναγηοχὼς, καί τινας δὴ τριήρεις συμπαρασκευασάμενος, καὶ μαχίμους τινὰς ἄνδρας ἐπ' αὐτῶν δὴ παρατάξας, χορηγήσας τε ταῖς ναυσὶ πολὺ τὸ δίυγρον πῦρ, καὶ ταύτας δὴ κατέναντι τῶν βαρβαρικῶν σκαφῶν ἐπὶ τοῦ κατ' ἀντιπέραν λιμένος συντάξας, καὶ αὐτὸς δὴ μοῖράν τινα τῆς συγκλήτου βουλῆς τὴν ἔκκριτον μεθ' ἑαυτοῦ ἔχων, ἐπ' αὐτοῦ δὴ τοῦ λιμένος βραχύ τι ἄνωθεν τῆς νυκτὸς ναυλοχεῖ, καὶ λαμπρῶς τοῖς βαρβάροις κηρύξας τὸν ἐπιθαλάττιον πόλεμον, ἅμα πρωῒ τὰς ναῦς ἱστᾷ κατὰ φάλαγγα. Καὶ οἱ βάρβαροι δὲ ἀπάραντες ὥσπερ ἀπὸ στρατο πεδείας καὶ χάρακος τῶν κατέναντι λιμένων ἡμῖν, καὶ πολύ τι μετεωρισθέντες τῆς γῆς, τάς τε ναῦς αὐτῶν ξυμπάσας κατὰ μίαν ἐφεξῆς στήσαντες, καὶ τὸ πέλαγος ξύμπαν ἀφ' ἑκατέρων λιμένων ξυνδήσαντες, ὡς αὐτοί τε ἐπελευσόμενοι καὶ ἡμᾶς ἐπιόντας δεξόμενοι παρετάχθησαν. Οὐκ ἦν οὖν ὅστις ὁρῶν τὰ τότε γινόμενα οὐ πάνυ διατεθορύβητο τὴν ψυχήν· ἔγωγ' οὖν ἀγχοῦ τοῦ αὐτοκράτορος ἑστηκὼς <ἦν>, καθῆστο δὲ οὗτος ἐπί τινος λόφου πρὸς θάλατταν ἠρέμα ἐπικλινοῦς, καὶ θεωρὸς ἐξ ἀπόπτου τῶν γιγνομένων ἐτύγ χανεν. 6.94 Ἡ μὲν οὖν παράταξις οὕτως ἑκατέρωθεν δι εσκεύαστο, προῄει δὲ οὐδεὶς ὡς μαχούμενος, ἀλλ' ἑκατέρωθεν τὰ μέρη συνησπικότα ἀκίνητα ἔστησαν· ὡς δὲ πολύ τι τῆς ἡμέρας διεληλύθει, ὁ βασιλεὺς δυσὶ τῶν μεγάλων νεῶν σύνθημα δοὺς, ἐπὶ τὰ βαρβαρικὰ κατὰ βραχὺ προϊέναι σκάφη παρακελεύεται· καὶ ἐπειδὴ προῄεσαν ὁμαλῶς τε καὶ εὐκινήτως, ἠλάλαζόν τε ἄνωθεν οἱ λογχοφόροι καὶ πετρο βόλοι, οἵ τε ἀκοντισταὶ τοῦ πυρὸς εὐσυντάκτως πρὸς τὴν βολὴν διετάξαντο, πλείω δὴ τῶν ἀπεσταλμένων ἀπὸ τῶν βαρβαρικῶν σκαφῶν ταχυναυτοῦντα ἐπὶ τὰς ἡμετέρας νῆας ἐξώρμησαν· εἶτα δὴ διαιρεθέντα, καὶ ἑκάστην τῶν τριηρῶν κυκλωσάμενά τε καὶ περιζώσαντα, κοντοῖς