κάτωθεν διατιτρᾶν ἐπεχείρουν· οἱ δ' ἄνωθεν ἔβαλλον λίθοις τε καὶ κοπίσιν· ὡς δὲ καὶ τὸ πῦρ ἠκόντιστο ἐπ' αὐτοὺς, καὶ ἤδη τοὺς ὀφθαλμοὺς συνεχύθησαν, οἱ μὲν ἐπὶ τὸ πέλαγος ἐρριπτοῦντο, ὡς πρὸς τοὺς σφετέρους διανηξόμενοι, οἱ δ' οὐκ εἶχον ὅ τι καὶ δρά σειαν, ἀλλὰ πρὸς πᾶσαν ἀπεγνώκεισαν μηχανήν. 6.95 Ἐπὶ τούτοις ἕτερον σύνθημα, καὶ πλείους τριήρεις ἀνήχθησαν καὶ νῆες ἕτεραι, ἢ ἐφεπόμεναι, ἢ ξυνελαύνουσαι· καὶ τὸ μὲν ἡμέτερον ἤδη μέρος ἐθάρρει, τὸ δ' ἐναντίον κατα πεπληγότες εἱστήκεσαν· ἐπεὶ δὲ ἤδη τὸ πέλαγος διαβάλ λουσαι αἱ τριήρεις πρὸς αὐτοῖς ἦσαν τοῖς βαρβαρικοῖς σκά φεσιν, ὅ τε σύνδεσμος αὐτοῖς διερράγη καὶ ὁ συνασπισμὸς διαλέλυτο, καὶ τὰ μὲν κατὰ χώραν ἐτόλμησαν μένειν, τὰ δὲ πλείω πρύμνας ἐκρούσαντο. Καὶ ὁ ἥλιος ἀθρόον νεφέλην ἐφελκυσάμενος κάτωθεν, ἐπειδὴ πολύ τι τοῦ ὁρίζοντος μετεώριστο, μετατίθησι τὸν ἀέρα, καὶ ὃς πνεῦμά τι τῶν ἰσχυρῶν ἐξ ἀνατολῆς ἐπὶ δύσιν κινεῖ, καὶ λαίλαπι χαράξας τὴν θάλασσαν ἐπὶ τὸ βάρβαρον ἐπαιγίζει τὰ κύματα· καὶ τὰ μὲν αὐτοῦ που καλύπτει, ἐπεγερθέντος αὐτοῖς τοῦ πελάγους εἰς τὸ μετέωρον, τὰ δὲ ἐπὶ πολύ τι τῆς θαλάσσης ἐλάσας εἰς σκοπέλους ἀπορριπτεῖ καὶ κρημνώδεις αἰγιαλοὺς, ὧν ἔνια αἱ τριήρεις καταδραμοῦσαι, τὰ μὲν τῷ βυθῷ παρέδωσαν αὔτανδρα, τὰ δὲ διατεμόντες οἱ ἐπ' αὐταῖς μάχιμοι ἡμί πρῳρα ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφειλκύσαντο. Γέγονέ τε τῶν βαρβάρων φόνος πολὺς, καὶ ὥσπερ ἐκ ποταμῶν ἄνωθεν ῥευμάτιον ὡς ἀληθῶς φόνιον τὴν θάλασσαν κατεφοί νισσεν. 6.96 Οὕτω τοιγαροῦν ὁ βασιλεὺς καταπολεμήσας τὸ βάρβαρον, τροπαιοφόρος εἰς τὰ βασίλεια ἀπὸ τῆς θαλάσσης ἐπανελήλυθεν. Ἐλέγετο γοῦν παρὰ πολλοῖς, ὧν ἐγὼ τοὺς λόγους διακριβούμενος οὐδεμίαν ἐπιστήμην ἢ ἀρχὴν εὕρισκον τῆς προρρήσεως, ἐλέγετο γοῦν ὡς πολλὰ μὲν μέλλει ἐπανα στήσεσθαι τῷ βασιλεῖ τούτῳ δεινὰ, τὰ μὲν ἔξωθεν καὶ παρὰ τῆς βαρβαρικῆς μερίδος, τὰ δ' ἀπὸ τῆς ὑπηκόου τέως χει ρὸς, φροῦδα δὲ πάντα γενήσεσθαι, τύχης τινὸς δεξιᾶς συναντιλαμβανομένης τῷ αὐτοκράτορι καὶ πᾶσαν ἐπανάστα σιν ῥᾷστα διαλυούσης· καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ, ὁπότε προφητείαις τισὶ καὶ οἰωνίσμασι τὴν ἑαυτοῦ ἡγεμονίαν ἐσεμνολόγει, ὀπτασιῶν τέ τινων καὶ ὀνειράτων παραδόξων ἐμέμνητο, τὰ μὲν ὡς αὐτὸς ἰδὼν, τὰ δ' ὡς ἄλλων μαντευο μένων ἀκροασάμενος, καὶ τὸ περὶ τούτου μέρος παραδοξο λογῶν ἦν. Ὅθεν ἤδη τοῦ δεινοῦ καθισταμένου, οἱ μὲν ἄλλοι ἐδεδίεσάν τε καὶ περὶ τοῦ μέλλοντος ἐπεφρίκεσαν τὰς ψυχὰς, ἐκεῖνος δὲ ὡς ἐπὶ δεξιῷ τῷ τέλει ἐθάρρει, καὶ τάς τε γνώμας τῶν δεδιότων ἐκούφιζε, καὶ ὡς οὐδενὸς κατει ληφότος αὐτὸν χαλεποῦ, ἀφροντίστως εἶχε τῶν ἐπισυμβε βηκότων. 6.97 Ἐγὼ δὲ οὐδεμίαν μαντείας ἀφορμὴν παρὰ τῷ ἀνδρὶ ἐπιστάμενος, ψυχῆς τοῦτο ῥᾳθύμου καὶ ἀφρόντιδος τίθεμαι· ὅσοι μὲν γὰρ περὶ τὰ πράγματα ἐγρηγόρασι καὶ οἴδασί γε ὡς φαῦλαι πολλάκις ἀρχαὶ μεγίστας ἀπέτεκον συμφορὰς, οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπόθεσιν πεφροντί κασιν, ἐπακμασάντων δ' αὐτοῖς τῶν κακῶν, πεφόβηνταί τε περὶ τοῦ τέλους καὶ πρὸς πᾶσαν ἀκοὴν δύσκολον κατεπτή χασι, καὶ τῶν πραγμάτων μεταβαλλομένων, οὐκ ἔτι θαρροῦ σιν· οἱ δὲ χρηστότεροι, οὔτε τὰς ἀρχὰς τῶν μελλόντων κακῶν ὑποπτεύουσιν, οὔτε πρὸς τὴν ἀρχὴν τῶν συμφορῶν διανεστήκασιν, ἀλλ' εἰς ἡδονὰς ἀποκεκλικότες ταύταις τε ἀσμενίζειν ἐθέλουσιν ἐς ἀεὶ, καὶ τοὺς ἔξωθεν συλλαμβάνειν εἰς τὴν ὁμοίαν κατάστασιν, καὶ, ἵνα καὶ ῥᾳθύμως ἔχοιεν πρὸς τὰ ῥᾴθυμα, καταμαντεύονται τούτοις ἀπαλλαγὰς ταχείας τῶν ἐπισυμβάντων ἀνιαρῶν· ἔστι δὲ καὶ τρίτη μερὶς ψυχῆς βελτίονος, ἣν ἐπειδὰν λάθῃ παρεισρυὲν τὸ κακὸν, ἀγνώμονα μὲν τοῦ γενομένου οὐκ ἀποδείκνυσιν, οὐ μέντοιγε δὴ καὶ περιψοφεῖ τοῖς ἔξωθεν πατάγοις, οὐδὲ καταπτοεῖ καὶ δουλαγωγεῖ, ἀλλὰ, πάντων ἀπαγορευσάντων, πρὸς τὰ δεινὰ ἕστηκεν