ἐκείνη ἀκλόνητος, οὐ φυσικοῖς ἐστη ριγμένη τοῖς ἕρμασιν, ἀλλὰ στερρότητι λογισμοῦ καὶ κρίσει βελτίονι. Ἀλλὰ τοῦτο δὴ τὸ μέρος οὔπω δὴ ἐν τῇ κατ' ἐμὲ κατανενόηκα γενεᾷ, ἀλλὰ τὸ παρ' ἡμῖν κρεῖττόν ἐστιν εἴ τις τέως ὑποπτεύει τὸ μέλλον καὶ πρός τε τὴν ἀρχὴν τοῦ κακοῦ ἵσταται καὶ γεγονότος πρὸς ἄμυναν διανίσταται. Ἀλλ' ὅ γε αὐτοκράτωρ τὸ <μὴ> κατεστυγηκέναι αὐτὸν πολλάκις τὰ πράγματα τοὺς πολλοὺς ἔπειθεν, ὡς μεμα θήκει παρά του τῶν κρειττόνων τοῦ ἐπισυμβάντος τὴν τελευτὴν, καὶ διὰ τοῦτα καταφρονοίη καὶ ὀλιγώρως ἔχοι παντάπασι. 6.98 Τοσοῦτον δὲ προανεβαλλόμην τῶν διηγήσεων, ἵν', ὁπότε λέγοιμι ἀφηγούμενος ὡς προειρήκει ἢ ἀπεγνώκει ταῦτα ἢ ἐκεῖνα, μὴ μαντικὸν τὸν ἄνδρα ἡγήσωνται οἱ πολλοὶ, ἀλλὰ τοὺς μὲν λόγους συμφώνους τῷ ἐκείνου ἤθει νομίσωσι, τὰ δὲ πράγματα ὡς τετελευτήκασιν, ἐς τὸ δόξαν τῷ Κρείτ τονι ἀναφέρωσι. Βουλόμενος δὲ ἑτέραν δεινοτέραν καὶ τῆς προλαβούσης ἐπαναστάσεως κατὰ τοῦ αὐτοκράτορος διηγή σασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον, ὁπόθεν τε γέγονε προλαμβάνων καὶ τίνας ἀρχὰς ἔσχηκε, καὶ ἡ ἀπο στασία τίς προὔλαβε καὶ ἥτις αὕτη καὶ ὅθεν, τίς τε ὁ τολμήσας ἀμφότερα καὶ τίσι τεθαρρηκὼς τὴν τυραννίδα διαμεμελέτηκε. 6.99 Λέγω δὲ ἐκ τῶν ὑστάτων τοῦ λόγου ἀρχόμενος, ὅτι τῷ αὐτοκράτορι τούτῳ ἐξανέψιός τις ἐκ μητρικῆς ἐγεγόνει ῥίζης, τὸ μὲν ὄνομα Λέων, τὸ δὲ γένος Τορνίκιος, τὴν Ἁδριανούπολιν οἰκῶν, καὶ Μακεδονικὴν ἐρυγγάνων μεγαλαυχίαν, ἀνὴρ τὸ μὲν εἶδος οὐ φαῦλος, τὸ δὲ ἦθος ὑποκαθήμενος, καὶ πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελίτ των τὰς γνώμας· τούτῳ γοῦν τῷ ἀνδρὶ οὔπω ἀκμάσαντι τύχην τινὰ λαμπρότητος, οἷα δὴ πολλὰ εἴωθεν ἀλόγως περί τινων λέγεσθαι, οἱ πλεῖστοι κατεμαντεύοντο· καὶ ἐπειδὴ ἀνὴρ ἐγεγόνει καί τινας ἐδείκνυ τοῦ ἤθους στερρότητας, ἡ Μακεδονικὴ μερὶς καθάπαξ αὐτῷ προσετέθη· καὶ τολμῆσαι μέν τι πολλάκις παραβολώτερον ἐπεχείρησαν, διαμαρτά νοντες δὲ τῶν καιρῶν, καὶ νῦν μὲν τοῦτον ἐμφιλοχωροῦντα τούτοις μὴ ἔχοντες, νῦν δὲ μὴ εὐποροῦντες εἰς ἀποστασίαν ἀρκούσης προφάσεως, ὑποβρύχιον ἐν ταῖς ψυχαῖς τὴν γνώμην τῆς τυραννίδος ἐφύλαττον· εἶτα δή τι ἐπισυμβε βήκει τοιοῦτον, ὃ δὴ αὐτοὺς ὁμοῦ εἰς ἀποστασίαν καὶ ἐπανάστασιν διηρέθισε. 6.100 Τῷ αὐτοκράτορι Κωνσταντίνῳ δύο ἐγεγόνεισαν ἀδελ φαὶ, Ἑλένη μὲν ἡ πρεσβυτέρα τὸ ὄνομα, Εὐπρεπία δὲ ἡ μετ' ἐκείνην· τῆς μὲν οὖν Ἑλένης οὐδένα ἐπεποίητο λόγον, <τὴν δ'> οὔτε τι λαμπρὸν ἐξ ἀρχῆς κομῶσαν καὶ εἰς περι φάνειαν τύχης ἐληλυθυῖαν, φρονήματός τε πλήρη τυγχά νουσαν, καὶ γυναικῶν ἁπασῶν ὧν ἐγὼ τεθέαμαι σταθηρο τάτην τε οὖσαν καὶ δυσπαράγωγον, ταύτην τοιγαροῦν εὐλαβεῖτο μὲν ὁ ἀδελφὸς, ὥς μοι εἴρηται, οὐκ ἔστεργε δὲ παραγωγὸν, ἀλλ' ἐδεδίει μᾶλλον ἢ περιεῖπεν. Αὕτη τοιγα ροῦν τῶν ἐπὶ τῷ ἀδελφῷ διημαρτηκυῖα ὑπερηφάνων ἐλπίδων, βουλεύσασθαι μέν τι κατὰ τοῦ αὐτοκράτορος τῶν ἀτοπω τάτων ἀπεῖχε παντάπασιν, οὐ πολλάκις δὲ τούτῳ προσῄει, οὐδ' ἐθάρρει ἀδελφικῶς, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐκείνῳ ἑαυτὴν καταστήσασα, ὑπερηφάνως τε διελέγετο καὶ μετὰ τῆς ἀρχαίας ὀφρύος ἀπήλεγχέ τε τὰ πολλὰ τοῦτον καὶ προσ ωνείδιζε, καὶ ὁπότε θυμούμενον ἴδοι, ὑπανεχώρει καταφρο νοῦσα, τὴν ἐπ' αὐτὸν ὕβριν τοῖς χείλεσιν ὑποτονθορύζουσα· καὶ ἐπειδὴ ᾔδει τὸν ἀδελφὸν πρὸς τὸν ἤδη ῥηθέντα Τορνίκιον ἀστόργως πάντη ἢ ἀπεχθῶς ἔχοντα, τοῦτον ἐκείνη ἐδεξιοῦτο καὶ φίλτατον εἶχε, καὶ θαμὰ προσωμίλει, οὐχ οὕτως ἀσπαζομένη τὸ πρότερον. Ὁ δέ γε βασιλεὺς ἐμεμήνει μὲν, βαθεῖς δὲ εἶχε περὶ τούτου τοὺς λογισμούς· οὔπω γὰρ οὐδὲ προφάσεις ἔσχεν ἀρκούσας εἰς κάκωσιν· ὅθεν ἵνα πόρρωθεν ἀπ' ἀλλήλων γένοιντο, ἐκείνῃ μὲν τέως ἔκρυψε τὸ ἀπόρρητον, αὐτὸν δὲ τῆς Πόλεως μεθιστᾷ, μετ' εὐπρεποῦς σχήματος· τὴν γὰρ Ἰβηρικὴν ἐπιτρέψας ἀρχὴν, ἐπίδοξον