[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXLVII.
[147] ΑΣΤΕΡΙΩΙ
Τί Θεοῦ δικαιότερον; Ἀλλ' ὅμως, πάντων ποιητὴς ὢν καὶ δεσπότης, ἐξαίρετον ἑαυτοῦ λαὸν ποιεῖται καὶ ὀνομάζει τὸν Ἰσραήλ, καὶ οὐκ αἰσχύνεται μὴ ἄδικος παρὰ τοῦτο νομίζηται. Τί οὖν θαυμαστὸν εἰ καὶ ἡμεῖς, πάντων κηδόμενοι τῶν ὑπὸ τὴν ἡμετέραν χεῖρα καὶ προστασίαν, πλέον τοῦ υἱοῦ Νικοβούλου περιεχόμεθα, ὃν καὶ γηροκόμον καὶ νοσοκόμον γινώσκομεν, καὶ οἷον ἔρεισμα καὶ βακτηρίαν τῆς ἀσθενείας ἡμῶν ὑποβεβλήμεθα; Τοῦτον ὑπὸ τὰς σὰς τίθεμεν χεῖρας, καὶ διὰ τῶν σῶν ταῖς τοῦ ἄρχοντος, πάνυ δεινὸν νομίζοντες τοὺς μὲν ἄλλους καὶ τῶν μεγίστων ἐγκλημάτων ἐλευθεροῦν δι' ἡμῶν, καὶ πρώτους γε τοὺς νῦν πικροὺς κατηγόρους, τοῦτον δὲ μηδὲ τῆς ἐπηρείας δύνασθαι, καὶ ἧς τυγχάνομεν ἐπὶ τῶν ξένων τιμῆς, ταύτης ἐφ' ἡμῶν αὐτῶν μὴ τυγχάνειν, ἀλλὰ ταὐτὸν πάσχειν τοῖς ὀφθαλμοῖς οἳ τἄλλα ὁρῶντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἢ τῶν πηγῶν ταῖς ἐν βάθει κειμέναις αἳ τὰ πλησίον οὐχ ὑπορρέουσαι τὰ πόρρω ποτίζουσιν. Ἔστω δεινὰ τὰ τετολμημένα τοῖς παιδαρίοις, ἢ ὑπέρδεινα: ὥσπερ οὖν ἴσως οὐδὲν ἢ μικρὸν εὑρηθήσεται, εἰ μὴ τῷ καιρῷ τῆς ἐξετάσεως στενοχωρηθείημεν. Ἀλλὰ τί τοῦτο πρὸς τοὺς δεσπότας, οἳ μηδενὸς τῶν γεγενημένων κεκοινωνήκασιν; ἢ τίς ὁ λόγος, ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων ἐν ἄλλοις ἀπαιτεῖσθαι δίκην καὶ νῦν τῶν δημοσίων φροντίζειν, ἡνίκα λυπεῖ τὸ ἴδιον;