[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXLVIII.
[148] ΤΩΙ ΑΥΤΩΙ
Τί τοῦτο; ἴσως ἐρεῖς: πάλιν ἡμῖν Γρηγόριος; πάλιν ἐπιστολαί; πάλιν αἰτήσεις; Ὢ τῆς ἀπληστίας, ἣν αὐτοὶ κεκινήκαμεν. Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτο πάθῃς. Τίνων γὰρ οἱ λιμένες, ἢ τῶν χειμαζομένων; τίνων δὲ τὰ φάρμακα, ἢ τῶν ἀρρωστούντων; ὧνπερ ἡμεῖς μὴ ἀποστερηθείημεν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ πιστευόμεθα δύνασθαι παρὰ σοί. Οὐκ ἔτι γὰρ αἰτοῦμεν, ἀλλ' ἀπαιτοῦμεν, ἀεὶ χάριτος χάριν προκαλουμένης. Νικόβουλος ἐν ἐπηρείαις, ταὐτὸν δὲ εἰπεῖν ὅτι ἡμεῖς: ἡμῶν γάρ ἐστιν ἀνάπαυσις. Καὶ πῶς οἷόν τε σιωπᾶν καὶ μὴ φορτικὸν εἶναι καὶ τὸν σφόδρα φιλόσοφον; Δὸς χεῖρα πιεζομένοις, ἵνα καὶ αὐτὸς τῆς ἐκ Θεοῦ τύχῃς, χρῄζων ταύτης ὡς ἄνθρωπος. Καὶ χρῆσαι πάσῃ τῇ φιλίᾳ καὶ τῇ συνέσει καὶ τῷ δύνασθαι σὺν Θεῷ περὶ τὰ ἡμέτερα πράγματα. Οὔτε γὰρ σίδηρος ἔμπυρος πολλῶν δεῖται τῶν παρὰ τοῦ λίθου κρουμάτων ἵνα τὸ ἐγκείμενον πῦρ δημοσιεύσῃ: ἀλλ' ἐπλήγη τε ὁμοῦ καὶ τὸ πῦρ ἤστραψεν. Οὔτε αὐτὸς μακροτέρας δεήσῃ παρακλήσεως, καὶ τοῦτο ὑπὲρ ἡμῶν, καὶ τοιούτου τοῦ πείθοντος ὄντος, καὶ οὕτω γνησίου κοινωνοῦ τῆς ἀρχῆς. Ἓν καὶ σύντομον φθέγξομαι: τὰς μὲν ἄλλας χάριτας ἄλλοι δι' ἡμῶν ἐλάμβανον, ταύτης δὲ ἡμεῖς χρῄζομεν ὑπὲρ ἡμῶν αὐτῶν, ὃ καὶ μᾶλλον δυσωπησάτω τὴν σὴν λογιότητα.