[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXLIX.
[149] ΓΕΩΡΓΙΩΙ
Τὸ ἀρρωστοῦν θεραπεύεται, ἀλλ' οὐ συντρίβεται. Πῶς οὖν ὁ συνδιάκονος ἡμῶν Εὐθάλιος, οὔτε τὸν βαθμὸν αἰδεσθείς, οὔτε τὴν οἰκειότητα τιμήσας, δεσμοῖς καὶ πληγαῖς συνέτριψε τὸν ἄθλιον Φιλαδέλφιον, ὡς δείκνυσι καὶ τῶν πληγῶν τὰ σημεῖα, τοῦτο τεθαύμακα. Μὴ τοίνυν παρέργως δέξῃ τὸ γεγονός, ἀλλὰ τὸ συμβάν, ἐλθὼν διὰ σεαυτοῦ, παράστησον ἡμῖν. Παρέστω δὲ καὶ ὁ διάκονος, καὶ λόγον ὑφέξων τῆς κατηγορίας καὶ τύπον ληψόμενος περὶ τῆς τοῦ συντριβέντος ζωῆς. Οὐ γὰρ ἀνεχόμεθα τοιαύτην ἀσχημοσύνην τολμᾶσθαι σχεδὸν ἐν ταῖς ἡμετέραις ὄψεσιν.