[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CL.
[150] ΑΣΤΕΡΙΩΙ
Χαίρω καὶ γράφων καὶ ἐγκαλούμενος ὅτι μὴ γράφω, εἴ ποτε τοῦτο συμβαίνει: χρηστὰ γάρ σου καὶ τὰ ἐγκλήματα. Καίτοι γε πολλάκις καὶ περὶ πολλῶν ἐπιστείλας οἶδα, καὶ μέντοι καὶ τυχὼν περὶ ὧν ἐδεήθην σου. Καὶ εἰ μή τι ἄλλο, τό γε πλῆθος τῶν εὖ πεπονθότων μαρτυρεῖ μοι τὰ γράμματα. Εἰ δὲ σὺ μὲν ἀφθονώτερος εἶ τὴν φιλίαν ἤ τις ἂν εὔξαιτο, ἐγὼ δὲ περὶ τὰς αἰτήσεις δειλότερος, σὺ μὲν ἔχε τὰ πρῶτα τῆς ἀρετῆς, ἐμοὶ δὲ συγγνώμη τὸ φορτικὸν φεύγοντι, ἐπειδὴ « πᾶν μέτρον ἄριστον » οἶδεν ὁ τοῦ σοφοῦ λόγος. Πλὴν τῷ Θεῷ χάρις, ὅτι σοι τὸ εὖ ποιεῖν ἐνεχείρισεν, οὕτω κοινὸν ἐπιστήσας ἡμῖν εὐεργέτην τε καὶ συνάρχοντα. Ἐπεὶ καὶ νῦν ἐγχειρίζω σοι διὰ ταύτης μου τῆς ἐπιστολῆς τὸν ἀδελφὸν καὶ συνδιάκονον ἡμῶν Γεώργιον, ἄνδρα τῶν ἐξαιρέτων ἡμῖν καὶ τῇ Ἐκκλησίᾳ χρησιμώτατον, ἀξιῶν θάρσους αὐτὸν τυχεῖν ἐν οἷς πρός τινας διαφέρεται καὶ μὴ συναρπασθῆναι τῇ τυραννίδι.