τιμωρήσασθαι· διὰ ταῦτα πρὶν ἢ κατει λῆφθαι τούτους, προκαταλαβεῖν ἐκεῖνον ἔργον ἐτίθεντο. 6.104 Συλλεγέντες οὖν ἀθρόον καὶ παρ' ἐλπίδα, καὶ εἰς ταὐτὸ τὰς γνώμας συνεληλυθότες, βασιλεύειν ἐπ' αὐτοῖς αἱροῦνται τὸν Λέοντα, καὶ ὁπόσα δὴ αὐτοῖς ὁ καιρὸς ἐδίδου ἐπὶ τῇ ἀναρρήσει πλασάμενοι, διαπρεπεῖ ἐσθῆτι κοσμήσαν τες αἴρουσιν ἐπ' ἀσπίδος· ὁ δὲ ἅπαξ ἐν τῷ σχήματι καταστὰς, ὡς ἤδη τοῦ πράγματος αὐτοῦ τετυχηκὼς, καὶ οὐχ ὡς ἐπὶ σκηνῆς οἷον δραματουργῶν ἢ πλαττόμενος, ἀρχικῶς καὶ τῷ ὄντι βασιλικῶς τῶν βασιλευσάντων κατ άρχει, βουλομένων κἀκείνων ἀκριβέστερον αὐτῷ τὴν ἀρχὴν διευθύνεσθαι. Τὸ μὲν οὖν πολὺ πλῆθος, ἐπεὶ μήτε διανεῖ μαι εἶχε μηδὲ χρήμασι καθυπάγειν, διά τε φόρων ἀνέσεως ὑπήκοον ἀπεργάζεται, καὶ τοῦ καθάπαξ αὐτοὺς ἀφιέναι εἰς προνομὰς ἐξιέναι, καὶ κέρδος ἅπαν οἰκεῖον τὸ ἀναλι σκόμενον τίθεσθαι· τῶν δέ γε ἐν τέλει καὶ τῆς πρώτης βουλῆς ἅπαξ ἀρχαιρεσιάσας, τοὺς μὲν ἡγεμόνας τῶν στρατευμάτων ποιεῖ, τοὺς δὲ ἐγγὺς ἱστᾷ τοῦ βασιλικοῦ βή ματος, καὶ ἄλλοις τὰς πρώτας βουλὰς ἀνατίθεται, καὶ ξύμπαντας, ὡς αὐτῷ τε κἀκείνοις αἱρετὸν ἦν, καταλλήλως ἑκάστῳ τοῖς πράγμασι διελόμενος, τῆς πρὸς τὴν Πόλιν εὐθὺς πορείας εἴχετο. Οὕτω γὰρ αὐτοῖς ἐβούλετο ἀθρόον προκαταλαβεῖν τὰς γνώμας τοῦ αὐτοκράτορος, καὶ πρὶν ἢ τὸ τῆς ἑῴας ἐπ' αὐτοὺς μετακινῆσαι στρατόπεδον, ἐπ' ἐκεῖνον τούτους μετακινήσασθαι· ᾤοντο δὲ μηδὲ τοὺς ἐν τῇ Πόλει τῷ βασιλεῖ προσθήσεσθαι, τούτοις δὲ ἀντιστή σεσθαι, δι' ὀργῆς τε τὸν αὐτοκράτορα ἔχοντας, ἐπειδὴ καὶ καινοτομεῖν τι κατ' αὐτῶν ἤρξατο, καὶ τὴν προεδρίαν αὐτοῦ δυσχεραίνοντας, καὶ βουλομένους στρατιώτην ἰδεῖν αὐτοκράτορα, σφῶν τε προκινδυνεύοντα καὶ τὰς ἐπιδρομὰς τῶν βαρβάρων ἀνείργοντα. 6.105 Ἀμέλει καὶ πρὶν ἢ προσπελάσαι τοῖς τείχεσι, πολλή τις αὐτοῖς μερὶς κατὰ τὴν πορείαν ἐθελουσίοις ὁρμαῖς προσετίθετο, πληθύς τε στρατιωτικὴ ἀπὸ τῶν ὑψηλοτέρων μερῶν προσεγίνετο, καὶ τὰ μέχρι τῆς Πόλεως κατάντη πάντα πρὸς τὸν σκοπὸν καὶ ἐπίφορα. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, τῷ δὲ αὐτοκράτορι εἰς τοὐναντίον περιειστήκει τὰ πράγματα· οὔτε γὰρ οἰκεῖον στράτευμα, οὔτε συμμαχικὸν αὐτοῦ που συνείλεκτο, εἰ μή τις ὀλίγη μερὶς ξενικὴ, ὁπόση τις εἴωθεν ἐφέπεσθαι ταῖς βασιλείοις πομπαῖς· ὅ γέ τοι τῆς ἑῴας στρατὸς οὐδὲ κατεσκήνουν ἐφ' ἑαυτῶν ἕκαστοι, ἵνα δή τι καὶ κατὰ σύνθημα ταχὺ συλλεγέντες βοηθήσαιεν τῷ αὐτοκράτορι κινδυνεύοντι, ἀλλ' ἐς τὰ βαθύτερα τῆς Ἰβη ρίας ἐστρατοπεδεύκεισαν, ἐπιδρομήν τινος βαρβάρου ἀνα κρουόμενοι· διὰ ταῦτα ἀπολώλεισαν τῷ βασιλεῖ αἱ ἐλπίδες, καὶ τοσοῦτον μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυεν· ὅθεν περὶ τοῦτο ἐπόνει, τά τε κατερ ρᾳθυμημένα τῶν μερῶν ἀνακτώμενος καὶ λιθοβόλοις κατα πυκνῶν μηχανήμασιν. 6.106 Ἔτυχε δέ πως αὐτῷ τηνικαῦτα καὶ τὰ ἄρθρα ἐς τοσοῦτον νοσήσαντα, ὡς τάς τε χεῖρας αὐτῷ πάντη διαλε λύσθαι, τούς τε πόδας μετὰ τοῦ μὴ βαδίζειν δύνασθαι, ἔτι τε καὶ ἀλγηδόσι σφοδραῖς διατείνεσθαι· ξυμπεπονήκει δὲ αὐτῷ καὶ ἡ γαστὴρ διαρρυεῖσα καὶ πάντη διαφθαρεῖσα, καὶ τὸ σύμπαν δὲ αὐτῷ σῶμα τηκεδών τις ὑπεσμύχετο καὶ δι εβόσκετο, ὥστε μήτε προϊέναι δύνασθαι, μήτε δὴ τοῖς πολ λοῖς εἰς ὁμιλίαν καθίστασθαι. Ἔνθεν τοι καὶ ἡ τῆς Πόλεως πληθὺς τεθνηκέναι οἰηθέντες ἐκεῖνον, κατὰ πλῆθος ἐπὶ μέρους ξυνιόντες περὶ τοῦ δεῖν ἐντεῦθεν ἀποδράσασθαι καὶ πρὸς τὸν τύραννον ἀπιέναι βουλὴν ἐποιοῦντο· ὅθεν καὶ παρὰ φύσιν ὁ αὐτοκράτωρ κατεβιάζετο ὁμιλεῖν τε τοῖς πολ λοῖς ἐκ διαστήματος, ἢ καὶ πόρρωθεν ὁρᾶσθαι, καὶ ὅτι μὴ ἐτεθνήκει διαβεβαιοῦσθαι τοῖς σχήμασι.