6.107 Τοῦτο μὲν οὕτως εἶχε, καὶ ὁ τύραννος πνεύμα τος δίκην διαδραμὼν μετὰ παντὸς τοῦ στρατεύματος αὐτοῦ που πρὸ τῆς Πόλεως ἐναυλίζεται, καὶ ἦν τὸ γιγνόμενον οὐ πόλεμος, οὐδ' ἀντίστασις, ἀλλὰ πολιορκία καθαρὰ καὶ τειχο μαχία. Ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεὶς ποτὲ τῶν τυραννευσάντων εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε καὶ μηχανήματα πρὸ τῆς Πόλεως στῆσαι παρασκευάζεσθαι καὶ τόξα τείνειν ἐπὶ τὰς ἐπάλξεις, τὴν πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν στρατῷ περιζωννύων· ἔκπληξις οὖν κατεῖχε καὶ θόρυβος ξύμπαν τας, καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι. Ὁ δέ γε τύραν νος τέως μὲν βραχύ τι πρὸ τῶν τειχῶν γεγονὼς, χάρακά τε βάλλεται καὶ στρατοπεδεύει λαμπρῶς, καὶ βραχύ τι μέρος ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλιζόμενος, τὸ λοιπὸν αὐτός τε ἐξιππασάμενος καὶ ταῖς δυνάμεσι τοῦτο παρακελευσά μενος, τό τε ψιλὸν διατάξας, βάδην τε προϊὼν, κατ' αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόοι καθίστανται, οὐ συμ μίγδην, οὐδὲ κατὰ πλῆθος συνειλεγμένοι, ἀλλὰ στρατιωτι κῶς διεσκευασμένοι καὶ πολέμου σχῆμα διατυπώσαντες· καὶ ἵνα δὴ ὡς ἀπειροπολέμους ἡμᾶς καταπλήξαιεν, ἐσιδη ροφόρησαν ξύμπαντες, οἱ μὲν ἐντελέστεροι καὶ περικνημῖσι καὶ θώραξιν ἑαυτοὺς καθοπλίσαντες καὶ τὴν ἵππον κατά φρακτον στήσαντες, οἱ δ' ἄλλοι ὡς εἶχον ἕκαστοι καθω πλίσθησαν. 6.108 Αὐτὸς μὲν οὖν ὁ τύραννος λευκοῦ ἐπιβεβηκὼς ἵππου, τὸ μεσαίτατον εἶχε τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ· περιΐστατο δὲ αὐτὸν καὶ ψιλὸν, ἑκηβόλοι ξύμπαντες καὶ κοῦφοι καὶ εὔδρομοι, ἡ δὲ λοιπὴ φάλαγξ ἑκατέρωθεν διειστήκεισαν ὑφ' ἡγεμόσι παραταττόμενοι, οἱ δὲ λόχοι τὸ σχῆμα φυλάττοντες οὐ σὺν ἑκκαίδεκα ἀλλὰ σὺν ἐλάττοσι διῄρηντο, ἵν' ἐς μῆκος αὐτοῖς ἐκτείνοιτο ἡ πληθὺς, ὅθεν οὐδ' ἐπυκνοῦντο, οὐδὲ συνήσπιζον· τὸ δὲ κατόπιν πλῆθος πολύ τι καὶ δυσαρί θμητον τοῖς ἐκ τῶν τειχῶν ἔδοξε· διῄρηντο γὰρ κἀκεῖνοι, ἅμα δὲ καταθέοντές τε καὶ διϊππεύοντες οὐ μᾶλλόν τι ἰσχὺν παρατάξεως ἢ φαντασίαν πλήθους παρεῖχον. 6.109 Ἐκεῖνοι μὲν οὕτως· ὁ δέ γε αὐτοκράτωρ πολιορ κούμενος ἔσωθεν, ἵνα τέως ὀφθείη τῷ ἐναντίῳ στρατεύματι ζῶν, ἐσθῆτι βασιλικῇ κοσμηθεὶς ἐπί τινος προβεβλημένου τῶν ἀνακτόρων οἰκήματος ἅμα ταῖς βασιλίσι καθῆστο, ὀλίγον μὲν ἐμπνέων, βραχὺ δ' ἀναστένων, καὶ τοσοῦτον ὁρῶν τοῦ στρατεύματος ὁπόσον εἱστήκει ἐγγύς τε καὶ κατὰ μέτωπον. Οἳ δ', ἐπειδὴ ἀγχοῦ που τῶν τειχῶν γενόμενοι διετάξαντο, τὰ μὲν πρῶτα τοὺς ἐπὶ τοῖς τείχεσιν ἑστηκότας ὧν τε παρὰ τοῦ βασιλέως δεινῶν ἐπεπόνθεισαν καὶ ὧν, εἰ μὲν ἁλοίη ἀπαλλαγήσονται, εἰ δ' ἀφεθείη πείσονται, ἀνεμί μνῃσκον κατὰ μέρος, καὶ ἠξίουν τὰς πύλας τε αὐτοῖς ὑπ ανοῖξαι καὶ εἰσδέξασθαι ἐπιεικῆ καὶ χρηστὸν αὐτοκράτορα, φιλανθρώπως τε αὐτοῖς χρησόμενον καὶ τὸ Ῥωμαίων κράτος τοῖς κατὰ τῶν βαρβάρων πολέμοις τε καὶ τροπαίοις αὐξήσοντα. 6.110 Ἐπεὶ δὲ οὐδὲν αὐτοῖς εὔφημον πρὸς οὓς ὁ λόγος ἀνταπεκρίναντο, ἀλλὰ πάσαις μὲν ὕβρεσι, πάσαις δὲ ἀτι μίαις αὐτούς τε καὶ τὸν ἐπ' αὐτοῖς τυραννοῦντα κατέπλυ ναν, τὰς ἐκ τοῦ πλήθους ἐλπίδας καθάπαξ ἀπογνόντες, ἀπαισίους ἀπερρίπτουν ἐπὶ τὸν βασιλέα φωνὰς, νῦν μὲν τὴν τοῦ σώματος αὐτῷ προσονειδίζοντες πάρεσιν, νῦν δ' ἐναγῆ ἀποκαλοῦντες καὶ πρὸς οὐχ ὁσίας ἀποκλίναντα ἡδονὰς, νῦν δὲ Πόλεως ὄλεθρον καὶ δήμου φθορέα, νῦν δ' ἄλλο τι τῶν ἀτοπωτάτων ἐπισυνείροντες τούτῳ καὶ καθ υβρίζοντες· οἱ δὲ πλείους τῶν Μακεδόνων, δῆμος ὄντες αὐθαδείᾳ χαίροντες καὶ θρασύτητι, καὶ οὐ στρατηγικῆς ἀφελείας ἀλλὰ πολιτικῆς βωμολοχίας ὄντες ἐθάδες, τῶν ἵππων τε οἱ πλείους ἀπέβαινον, καὶ χορείας εἰς τοὐμφανὲς συνιστῶντες, αὐτοσχεδίους ἐποιοῦντο κωμῳδίας τῷ αὐτο κράτορι, τὴν γῆν τῷ ποδὶ σὺν ῥυθμῷ καὶ μέλει ἐπικρο