τοῦντες καὶ κατορχούμενοι. Ὁ δ' ἐπειδὴ τούτων τὰ μὲν ἑώρα, τὰ δὲ ἤκουεν, εἱστήκειν δ' ἐγὼ πλησίον αὐτῷ, τὰ μὲν ἐν δεινῷ τῶν λεγομένων ποιούμενος, τὰ δὲ λόγοις παραμυ θούμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, τὴν ἐπὶ τῶν ἔργων αἰσχύνην ἐπὶ τῶν παρ' ἐκείνων ὑφιστάμενος λόγων. 6.111 Τῶν δέ γε πολιτῶν ἔνιοι ἐκτὸς τοῦ τείχους γενό μενοι τὴν ἵππον ἀνεῖργον αὐτοῖς, οἱ μὲν λίθους ἀπὸ σφεν δόνης ἀπορριπτοῦντες, οἱ δ' ἐπιτοξάζοντες· οἱ δὲ καὶ φυγὴν ἐπιτετηδευμένην πλασάμενοι, ἐπειδὴ κατόπιν θέειν αὐτοὺς ἐξηπάτησαν, ἀθρόον ἐπιστραφέντες, ξίφεσι, δόρασιν ἀνῃρήκασι. Καί τις τῶν παρ' ἐκείνοις ἀφ' ἵππου τοξεύειν εἰδὼς, τοὺς ἡμετέρους λαθὼν ὀφθαλμοὺς πρὸς τοῖς τείχεσί τε γίνεται, καὶ καταντικρὺ τοῦ βασιλέως ἐπὶ μέτωπον τὴν τοῦ τόξου ἑλκύσας νευρὰν, ἐπ' αὐτὸν τὸ βέλος ἀφίησι· τὸ δὲ τὸν μεταξὺ ἀέρα εὐπετῶς περιπτυξάμενον, βραχύ τι παρεκνεύσαντος τοῦ αὐτοκράτορος, μειράκιον οὐκ ἀνώνυ μον τῶν ἐκείνου κατευναστήρων βραχύ τι παραξέει τὴν πλευρὰν παρελάσαν, καὶ ἡμεῖς τῷ φόβῳ ἐπάγημεν, ὅ τε αὐτοκράτωρ τὴν καθέδραν διήμειψε καὶ πορρωτέρω τοῦ πολεμικοῦ ἐγεγόνει συστήματος. Οἱ δ' ἐπορθρευσάμενοι, ὥς μοι εἴρηται, μέχρις αὐτῆς μεσημβρίας, τὰ μὲν εἰπόντες, τὰ δ' ἀκούσαντες, καὶ νῦν μὲν θωπεύσαντες ἡμᾶς, νῦν δ' ἀπειλήσαντες, τοὺς ἵππους παραγαγόντες ἐπὶ τὸν χά ρακα ᾔεσαν, μηχανάς τε παρασκευάσαντες καὶ τὴν Πόλιν πάλιν πολιορκήσαντες ἄντικρυς. 6.112 Ὁ δέ γε βασιλεὺς, ἐπειδὴ καθ' ἑαυτὸν ἐγεγόνει, δεινὸν ποιεῖται εἰ μή τινας αὐτοῖς στρατιώτας σχεδιάσοι, ἀποταφρεύσοι τε τούτοις τὰς εἰσβολὰς καὶ ἀποτειχίσοι τὴν εἴσοδον, πόρρω τε στήσοι ὥστε μὴ τῶν λεγομένων ἀκούειν, μηδ' ἐμφορεῖσθαι τῶν ὕβρεων· καὶ τοῦτο δὴ πρῶτον κακῶς λογισάμενος, εἶτα δὲ καὶ πρός τινας τῶν ἀπειροπολέμων ἐξενεγκὼν, ἐπειδὴ τοῖς πολλοῖς τὸ δόξαν ἤρεσεν, πρῶτα μὲν διερευνᾶται τὰ δεσμωτήρια καὶ εἴ πού τι φῦλον παρὰ τούτοις στρατιωτικὸν κατακέκλειστο, τούτους ἐξενεγκών τε καὶ καθοπλίσας, τόξα τε δοὺς καὶ δοράτια, ἑτοιμάζει πρὸς πόλεμον· ἔπειτα πλῆθος πολιτικῶν οὐκ ὀλίγων (ἐθελονταὶ δὲ οὗτοι τοῖς λόχοις ἑαυτοὺς ἐνεδίδοσαν, ὥσπερ τι τῶν ἄλλων καὶ τὸν πόλεμον παίζοντες), τῷ λοιπῷ στίφει συν αριθμεῖ· καὶ διὰ πάσης τῆς νυκτὸς <τὸν> περὶ τῆς Πόλεως τόπον περιταφρεύσας, χάρακα ἐκεῖσε ἱδρύεται· καὶ ἅμα πρωῒ, πρὶν ἢ τοὺς πολεμίους ἐπιστῆναι τῷ Ἄστει, τὴν λογάδα τῶν παρ' ἡμῖν διατάξας καὶ κατ' ἀντικρὺ στήσας ἐκείνοις, τὸ μὲν ἱππέων μερίδας, τὸ δὲ συντάξεις ψιλῶν, ὅπλοις τε σκεπαστηρίοις πάντας περιφραξάμενος κατὰ λόχους ξύμπαντας ἵστησι, καὶ αὐτὸς αὖθις ἐν μετεώρῳ καθίσας ἐξ ἀπόπτου ἐγνώκει τὸ μέλλον ἰδεῖν. 6.113 Τούτων δὲ οὐδὲν ᾔδεσαν οἱ πολέμιοι, ἀλλ' ἐπει δὴ πλησιάσαντες ἀθρόοις τοῖς καθ' ἡμᾶς λόχοις ἐντετυ χήκεσαν, πρῶτα μὲν τοὺς χαλινοὺς ἐπισχόντες ἠξίουν μαθεῖν ὁπόθεν ἡμῖν ἀθρόον οὕτω συνελέγη τὸ στρατόπεδον· ἐδεδοίκεσαν γὰρ μή τις ἀπὸ τῆς ἑῴας μερὶς ἐπιβοηθήσασα παραγέγονεν· ἐπεὶ δὲ ἐγνώκεισαν ὅτι ἀγυρτικὸς ὄχλος αἱ παρ' ἡμῖν δυνάμεις τυγχάνουσιν ὄντες, τήν τε ταφρίαν οὐδὲν ἔχουσαν βαθὺ καὶ δύσβατον ἐθεάσαντο, τῆς τοῦ κρα τοῦντος ἀβελτερίας καταγελάσαντες, καὶ τοῦτον εἶναι αὐ τοῖς τὸν ἐπιζητούμενον καιρὸν ἐγνωκότες, συνησπικότες ἀλλήλοις καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, ἀθρόοι κατ' ἴσον εἰσβαλόντες τοῖς ἵπποις καὶ ῥᾷστα τὴν ταφρίαν ὑπερπη δήσαντες, τρέπουσί τε εὐθὺς τοὺς τέως συντεταγμένους, καὶ κατὰ νώτου τούτοις γινόμενοι ἄρδην ἀνῄρουν τὰ μὲν ξίφεσι, τὰ δὲ δόρασιν· οἱ δὲ πλείους ὑφ' ἑαυτῶν συνωθού μενοι καὶ τῶν ἵππων ἐξολισθαίνοντες αὐτοῦ που συνεπα τοῦντο καὶ διεφθείροντο· ἔφευγον δὲ οὐ μόνον ὅσοι τοῦ Ἄστεως ἐκτὸς ἐγεγόνεισαν, ἀλλὰ δὴ καὶ