[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLV.
[155] ΑΣΤΕΡΙΩΙ
Τί τοῦτο πάσχομεν; οἴχεσθε καταλιπόντες ἡμᾶς, καὶ ἡμεῖς ἀρρωστοῦμεν, οὐδὲ τοσοῦτον παρὰ τοῦ φθόνου συγχωρηθέντες, ὅσον ἐφ' ὑμῖν τὰ προπεμπτήρια φθέγξασθαι. Ὢ τῆς ζημίας καὶ τῆς ἐπηρείας. Κινδυνεύω τι καὶ τολμηρὸν εἰπεῖν: τί λαβεῖν ἔδει τὸ ἀγαθόν, εἰ μὴ παραμένειν ἔμελλεν; Οὐ γὰρ τοσοῦτον εὐφραίνει παρὸν τῶν τερπνῶν οὐδὲ ἕν, ὅσον ἀνιᾷ χωριζόμενον. Τετιμήμεθα παρ' ὑμῶν, δεδοξάσμεθα, τῆς ἀρχῆς ἀπηλαύσαμεν, τῆς φιλανθρωπίας ἐνεφορήθημεν. Οὔτε γὰρ ἐπιλελήσμεθα τούτων, οὔτε ἐπιλησόμεθα: πρότερον ἡμῶν αὐτῶν ἢ ὑμῶν. Τί δὲ παρ' ἡμῶν ἀντὶ τούτων ὑμῖν; Τί δ' ἄλλο γε, ἢ ὧν ἔχομεν τὸ κάλλιστον; ἔχομεν δὲ τὰς εὐχάς, αἷς σώζοισθε καὶ εὐδοκιμοίητε. Καὶ πάλιν ἡμῖν ὀφθείητε, ἂν ἄρα τοσαύτης τύχωμεν τοῦ ζῆν προθεσμίας.