[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLVI.
[156] ΤΩΙ ΑΥΤΩΙ
Μέγας ἐν ἀνθρώποις ὁ Ἡρακλῆς, ὡς ὁ λόγος (ἵνα σε λόγιον ὄντα καί τινος ἀναμνήσω τῶν σῶν): ἀλλ' οὐκ ἂν τοσοῦτος ἦν, εἰ μὴ τὸν Ἰόλαον εἶχε συναγωνιζόμενον, καὶ κατὰ τῆς Ὕδρας μάλιστα, τοῦ πικροῦ τούτου καὶ πολυκεφάλου θηρίου, ἧς ὃ μὲν ἐξέτεμνε τὰς κεφαλάς, ὃ δὲ ἐπέκαιεν, ὥσπερ τὰς τῆς κακίας ὑμεῖς. Πολλοὺς παρήλαυνον οἱ Ἀκτορίωνες ἅρμασιν, ὡς Ὁμήρῳ δοκεῖ: δίδυμοι γὰρ ἦσαν καὶ τὰ σώματα καὶ τὴν τέχνην, ὃ μὲν τὰς ἡνίας, ὃ δὲ τὴν μάστιγα μεριζόμενοι καὶ τὸ νικᾶν ἀλλήλοις συνερανίζοντες. Πολλοὺς διασῴζει κυβερνήτης πλωτῆρας, ἀλλ' οὐκ ἂν ὁμοίως διέσῳζε μὴ καλῷ πρωρεῖ βοηθούμενος, ὃς καὶ διαθρεῖ τοὺς ἀνέμους καὶ τὰς ὑφάλους προδείκνυσι καὶ γίνεται τῆς νηὸς οἷόν τις ὀφθαλμός. Τοιοῦτον ἡμῖν καὶ τὸ ὑμέτερον. Λαμπρὸν γὰρ ὄντα τὸν ἄρχοντα καὶ παρ' ἑαυτοῦ, λαμπρότερον αὐτὸς ἐργάζῃ τῇ συνεργίᾳ: ὃν πολλὰ ἐπαινοῦντες τοῦτο θαυμάζομεν μάλιστα ὅτι τοσαύτην τοῖς δημοσίοις εὔνοιαν σῴζοντες χώραν δίδοτε τοῖς φιλικοῖς, οὐ τραχύτητι τρόπου τὸ ἀκριβὲς ἐνδεικνύμενοι, κατὰ τοὺς πολλοὺς τῶν ἀμέτρων, ἡμερότητι δὲ μᾶλλον τὸ τῆς ἀρχῆς αὐστηρὸν τιθασσεύοντες.