πολὺν ολβον ελωνται.» Τοῦτο δὲ γνωμικῶς καὶ παροιμιακῶς ἐπὶ τῶν τοῦ πλοῦ ἀφειδούντων λέγεται. « ̓Αλλά με, φησὶ, Μουσῶν φέρει νόος», τουτέστιν αἱ ἐκ τῶν μαθήσεων γνώσεις, αι δύνανται δίχα πλάνης πολλὴν αλα μετρήσασθαι, ουρεά τε ηπειρόν τε καὶ αἰθερίαν ὁδὸν ἀστέρων. Καὶ σημείωσαι οτι ὁ ∆ιονύσιος τοιοῦτον βουλόμενος εσεσθαι καὶ τὸν αὐτοῦ ἀκροατὴν τὴν παροῦσαν πραγματείαν ἐνεστήσατο, ὑφ' ης καὶ ἐκεῖνος ὡς οια ὑπὸ Μουσῶν φερόμενος τῷ ∆ιονυσίῳ τούτῳ εσται ομοιος. Ορα δὲ καὶ οτι τὸ περιηγήσασθαι ἐνταῦθα καταγράψασθαι ειπε καὶ μετρήσασθαι, εἰπών «καταγράψομαι θάλασσαν» καὶ «πολλὴν αλα μετρήσασθαι». Τούτῳ δὲ πάντως ομοιον καὶ τὸ γῆν μετρήσασθαι,» ἐξ ου τὸ γεωμετρεῖν συντέθειται. ̔Ομηρικὴ δὲ ἡ λέξις, ληφθεῖσα ἐκ τοῦ «οφρα τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.» 714 Οτι εοικε καὶ ̓Ερυθραῖός τις ειναι Καύκασος, ειγε φησὶν ὁ ∆ιονύσιος, Καυκασίας κνημῖδας ̓Ερυθραίων ̓Αριηνῶν·» κάλλιον δὲ γράφειν Καυκασίας κνημῖδας ̓Ερυθραίων τ' ̓Αριηνῶν, ινα λέγῃ, οτι οὐκ ἐρευνῶ τὸν βόρειον Καύκασον καὶ τὴν ̓Αριανὴν χώραν, περὶ ης ἐν τοῖς ἑξῆς λεχθήσεται. Καὶ ορα οπως τοὺς τῶν ὀρέων κνημοὺς, ητοι πόδας, κνημῖδας ειπεν ὑποκοριστικῶς η μᾶλλον παρωνύμως, κατὰ ἰδίαν δριμύτητα, ως που καὶ τὸν πορθμὸν πορθμίδα ειπε, καὶ τὴν Κασπίαν δὲ θάλασσαν Κασπίδα ὁμοίως ἐρεῖ. 718 Οτι ὁ ∆ιονύσιος μὲν περίδρομον η περίτροχον ἀμφιέλικτον τὸ τῆς Κασπίας θαλάσσης σχῆμά φησιν, ὡς οια κυκλοτερὲς, καὶ τῷ ὠκεανῷ αὐτὴν συμμιγνύειν. Φησὶ γάρ· «ὀξὺ δ' ἐπ' αρκτους ἑλκομένη ἐπιμίσγεται τῷ ὠκεανῷ.» Καὶ ουτω μὲν ὁ ∆ιονύσιος, ος γε καὶ στόμα εοικε παραδιδόναι, καθ' ο δηλαδὴ εἰς αὐτὴν ὁ ὠκεανὸς ἀπερεύγεται, ὡς καὶ ἐν ἀρχαῖς τοῦ βιβλίου φαίνεται· Πτολεμαῖος δὲ ουτε στόμα αὐτῆς τοιοῦτον οιδεν, ος γε καὶ περιοδεύεσθαί φησι κύκλῳ αὐτὴν τοῖς πεζεύουσι, καὶ οὐδὲ κυκλοτερῆ αὐτὴν ἱστορεῖ, ἀλλὰ σφενδόνῃ ἐοικυῖαν ὑποτίθεται, ὁποῖον ὁ ∆ιονύσιος τὸ τῆς οἰκουμένης εθετο σχῆμα. ∆ιχῆ τοίνυν ουτω διαφερομένων τῶν σοφῶν, τὰ μὲν περὶ τοῦ σχήματος τῆς θαλάσσης ταύτης μεμενήκασιν ισως αὐτοῖς ἀκατάλλακτα, ἡ δὲ λοιπὴ διαφορὰ, ὡς ἐν ἀρχαῖς ἐρρέθη, συμβεβίβασται παρὰ τῶν παλαιῶν διαιτηθεῖσα καλῶς. Εἰ γὰρ ἐξ ἀδήλων πηγῶν ὁ ὠκεανὸς τὸ Κάσπιον ἀναδίδωσι πέλαγος, σώζοιτο αν καὶ ὁ τοῦ Πτολεμαίου καὶ ὁ τοῦ ∆ιονυσίου λόγος, ὡς ἐν τοῖς φθάσασι γέγραπται. Καθὸ μὲν γὰρ ἐξ ὠκεανοῦ τὸ Κάσπιον υδωρ, ἀληθεύει ὁ ∆ιονύσιος, ἐρεύγεσθαι εἰπὼν αὐτόθι τὸν ὠκεανόν· εἰ δὲ αδηλοι αἱ πηγαὶ καὶ οὐ φαίνεται τὸ στόμα, ἀληθεύει καὶ ὁ Πτολεμαῖος. 721 Οτι τὴν Κασπίαν θάλασσαν ὁ ∆ιονύσιος πόρον ἀμείλιχον λέγει, ετι δὲ καὶ μεγάλην θάλασσαν. ∆ιὰ τί δὲ μεγάλην; οτι οὐκ αν, φησὶν, ἐκείνην νηῒ περάσειας τριτάτης ἐπὶ κύκλα σελήνης, ο εστιν ἐπὶ μῆνας τρεῖς, δηλονότι κατὰ τὴν κύκλῳ περίοδον. Αλλως γὰρ εὐπέρατός ἐστι, μῆκος μὲν πλόον εχουσα τοῖς ἐρέσσουσι ιεʹ ἡμερῶν, ευρος δὲ ὀκτὼ ἡμερῶν, οπου ἐστὶν εὐρυτάτη ἑαυτῆς, κατὰ τὸν ̔Ηρόδοτον. ̓Εντεῦθεν δὲ σημείωσαι καὶ οτι οὐκ ἀκριβῶς ἐστι κυκλοτερὴς ἡ Κασπία θάλασσα, ὡς τάχα ὁ Περιηγητὴς ὑποτίθεται, ἀλλὰ ἑτερομήκης, ὡς καὶ ὁ Πτολεμαῖός φησιν. 723 Οτι πολλὰ καὶ αλλα θαύματα ἡ Κασπία ἐν ἀνδράσιν αυξει, φύει δὲ καὶ κρυστάλλους λίθους, καὶ ιασπιν ἠερόεσσαν, ο εστιν ἀερώδη, σκοτεινὴν, ἐχθρὰν ἐμπούσαις καὶ αλλοις εἰδώλοις. ∆οκεῖ γὰρ ἀλεξίκακος ειναι ἡ λίθος αυτη καὶ ἀποτροπιαστικὴ φασμάτων, ων εν ἐστι καὶ ἡ Εμπουσα, δαιμόνιόν τι περὶ τὴν ̔Εκάτην, ἑνὶ ποδὶ δοκοῦν διοικεῖσθαι· οθεν καὶ παρονομάζεται, ὡς ει τις ειποι, μονόπους ποδὶ ζώου, ὡς τοῦ ἑτέρου ποδὸς χαλκοῦ οντος κατὰ τὸν μῦθον. ̓Εν δὲ τοῖς ἑξῆς ἐρεῖ καὶ ἑτέραν ιασπιν ὑδατόεσσαν. Οτι δέ τινα δαιμόνια υλας πτοοῦνταί τινας, πολλοῖς δοκεῖ, ὡς καὶ ἐν ̓Οδυσσείᾳ ειρηται. 728 Οτι Σκύθαι Κρονίας ἁλὸς αγχι εἰσί. Περὶ ων οιοι τὸν βίον εἰσὶν, ηδη προγέγραπται. Καλεῖσθαι δὲ λέγονται Σκύθαι η παρὰ τὰ σκύτη α περιβέβληνται, η παρὰ τὸ σκύζεσθαι ητοι ὀργίζεσθαι· ὀργίλοι γάρ εἰσιν· η ἀπὸ Σκύθου υἱοῦ ̔Ηρακλέος, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. Ησαν