σκοποῦ ἀπερριπτοῦντο ἐντός· τηνικαῦτα δὲ εὐτονώτερον οἱ ἀνθέλ κοντες τὸ μηχάνημα, τὴν σφενδόνην ἀντανακλάσαντες, λίθον τινὰ τῶν ἁδροτέρων κατ' αὐτοῦ τοῦ τυράννου ἐπιρρί πτουσι, καὶ τούτου μὲν ἀποτυγχάνουσι, φυγὴν δὲ καὶ πτοίαν ἐκείνῳ τε καὶ τοῖς περὶ αὐτὸν ἐμβάλλουσιν· ὅθεν ἅπαξ κατα σεισθέντες τῷ δέει καὶ πρὸς ἑαυτοὺς συγχυθέντες, τόν τε συνασπισμὸν ἔλυσαν καὶ πρὸς τὸν χάρακα ὑποστρέφουσιν. 6.119 Ἐντεῦθεν αὐτοῖς εἰς τοὐναντίον κεχωρήκει τὰ πράγματα, καὶ βραχύ τι ταῖς ἐλπίσι μετεωρισθέντες, εἰπεῖν δὲ καὶ τῷ πάσχοντι τοῦ καιροῦ, ταχὺ κατωλίσθησάν τε καὶ διερρύησαν· οὐκ ἔτι γοῦν αὖθις τῷ τείχει τῆς Πόλεως προσεπέλασαν, ἀλλ' ὀλίγας τινὰς ἐν ᾧ κατεσκήνωσαν ἡμέ ρας διαυλισάμενοι, παλινδρομοῦσιν ὅθεν προσήλασαν, οἱ πλείους ἀσύντακτοι καὶ ὡς φυγάδες· τηνικαῦτα γοῦν εἴ τινες αὐτοῖς ἑκκαίδεκα ἢ πλείους ὀλίγῳ ἱππόται ἐφάνησαν κατὰ νώτου γενόμενοι, οὐδὲ πυρφόρος ἂν ὑπελείφθη τῷ διεσπαρμένῳ ἐκείνῳ στρατοπέδῳ καὶ ἀσυντάκτῳ. Ἀλλ' ὁ αὐτοκράτωρ, καίτοι γε τὴν τούτων φυγὴν προειδὼς, οὐκ ἐπεχείρησε τῇ διώξει, ἀλλ' ἐπέσχεν αὐτὸν τὸ πρότερον δέος, καὶ διὰ ταῦτα κρίσιν οὐκ ἔλαβεν τοῦ καιροῦ. 6.120 Ἡμῖν μὲν οὖν καὶ ἡ ἐκ τοῦ χάρακος ἀναχώρησις τρόπαιον περιφανέστατον ἔδοξε, καὶ τὸ τῆς Πόλεως πλῆθος ἐκεῖσε χυθέντες πλείστοις ἐφοδίοις τῶν αὐτόθι κατασκηνω σάντων ἐπιτυγχάνουσιν· οὐ γὰρ εἶχον αὐτὰ τοῖς ὑποζυγίοις ἀναθέσθαι τε καὶ ἐπιφορτίσασθαι, πλείονα ποιούμενοι λόγον ὅπως ἂν λάθοιεν ἐκεῖθεν ὑποχωρήσαντες, ἢ τοῦ πλουσίως καὶ ἐμπαρασκεύως ποιήσασθαι τὴν φυγήν· ἐπεὶ δὲ ἀνακε χωρήκεσαν, δι' ὀργῆς εὐθὺς εἶχον τὸν ἄγοντα, καὶ ἕκαστος τῷ καθ' ἑαυτὸν δέει φεύγειν ἐκεῖνον ὡρμημένος, τῷ πρὸς ἀλλήλους φόβῳ καὶ τῷ δυσεπιτεύκτῳ τοῦ πράγματος αὖθις συνείχετο. Τέως γοῦν ὅσους ὁ καιρὸς ἐδίδου λαθεῖν, ἀπνευστὶ πρὸς τὸν αὐτοκράτορα καὶ τὴν Πόλιν κατέθεον, οὐ τῶν ἐν πλήθει μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν στρατηγούντων. Τῷ δὲ τυράννῳ καὶ δεύτερόν τι, καὶ τρίτον, καὶ ἄλλο ἐπ' ἄλλῳ προκεχωρήκει κακόν· τοῖς γὰρ πρὸς ἑσπέραν προσβαλὼν φρουρίοις, εὐαλώτοις ἄλλως τῇ τε τοῦ τόπου ἐπιτηδειότητι καὶ τῇ τῶν τειχῶν διαιρέσει, τῷ μὴ προσδοκᾶν πολλοῦ χρόνου πολέμιον, οὐδὲν τούτων ὤφθη ἐκ πολιορκίας παραστησάμενος, τῶν προστεταγμένων τειχομα χεῖν οὐ τοῦ πολιορκεῖν λόγον ἐχόντων, ἢ τοῦ παλινδρομεῖν, καὶ τοῦτο αὐτὸ δεικνύειν τοῖς πολιορκουμένοις, ὅτι μὴ βού λοιντο ἐκείνοις ἐναντιοῦσθαι, εἰ μὴ ὅσον ταῖς προσελάσεσι καὶ τοῖς σχήμασιν. 6.121 Ὁ μὲν οὖν τυραννήσας οὕτως αἰσχρῶς τῆς μεγάλης Πόλεως ἀπαλλάττεται, καὶ ἔτι αἴσχιον τοῖς ἐφεξῆς φρουρίοις προσβαλὼν ἀνεκρούετο· ὁ δέ γε αὐτοκράτωρ καὶ τὰς δυνάμεις ἐκ τῆς ἑῴας ἀνακαλεῖται, καὶ, ἐπειδὴ τάχιστα ἐπανεληλύθεσαν, κατὰ τῶν ἑσπερίων ὁμοφύλων ὁμοῦ καὶ βαρβάρων ἀφίησιν· οἱ δ' ἐπειδὴ ἐγνώκεσαν τὴν τῶν ἑῴων στρατευμάτων ἐπέλευσιν, οὐκ ἔτι βουλὴν περὶ τοῦ μάχεσθαι ἢ μὴ ἐποιήσαντο πρὸς αὐτοὺς, ἀλλὰ διασπαρέντες εὐθὺς καὶ κακῶς εἰπόντες τὸν τύραννον, οἱ μὲν ἐπ' οἴκου παλινοστοῦ σιν, οἱ δέ γε πλείους τῷ αὐτοκράτορι προσερρύησαν, πολλὰ πρότερον ὀμωμοκότες καὶ καθ' ἱερῶν τὰ πιστὰ δόντες, ὥστε σὺν ἀλλήλοις καὶ μετ' ἀλλήλων ἐπὶ τοῖς τοῦ τυραννεύσαν τος ἀποθανεῖν ὀφθαλμοῖς, ἀλλὰ τηνικαῦτα τῷ δέει παγέν τες ἐλάχιστα τῆς συνωμοσίας ἐμέμνηντο. 6.122 Εἷς δὲ τῶν πάντων, συστρατιώτης ἄνωθεν τῷ τυράννῳ, Ἰωάννης τὸ ὄνομα, τὴν προσηγορίαν Βατάτζης, ἀνὴρ κατά τε σώματος φύσιν καὶ χειρῶν ἀκμὴν τοῖς θρυλ λουμένοις ἐκείνοις ἐφάμιλλος ἥρωσι, μέχρι παντὸς παρα μεμενήκει τῷ τυραννεύσαντι· ἀμέλει καὶ φυγόντι καὶ εἰς θεῖον καταπεφευγότι ναὸν συμπέφευγέ τε καὶ συγκατέφυ γεν, ἐξὸν ἐκεῖνον λιπεῖν καὶ τὰς πρώτας ἔχειν τιμὰς, ὁ δὲ ἀλλ' ἐν δευτέρῳ τἄλλα