[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLIX.
[159] ΘΕΟΔΩΡΩΙ
Αἷμα μὲν ἐμόν, θρέμμα δὲ ὑμέτερον, κτῆμα δὲ Θεῷ τῶν τιμίων προσάγω τῇ σῇ εὐλαβείᾳ τὴν αἰδεσιμωτάτην θυγατέρα ἡμῶν Ἀμαζονίαν τὴν παρθένον: ἧς καὶ τὸ πιστὸν αἰδούμενος καὶ τῇ ἀρρωστίᾳ τοῦ σώματος βοηθῶν καὶ διὰ τοῦτο ἐν πᾶσι χεῖρά τε ὀρέγων καὶ κηδόμενος, πρᾶγμα ποιήσεις ἐλευθέριον καὶ τῆς σῆς εὐλαβείας ἄξιον, προσθήσω δέ, καὶ τῆς ἡμετέρας φιλίας.