[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLX.
[160] ΤΩΙ ΑΥΤΩΙ
Σὺ καὶ ἡμεῖς διὰ τοῦτο βουλόμεθα τὰ δίκαια γενέσθαι τῇ θυγατρὶ ἡμῶν Εὐγενίᾳ παρὰ τῆς σῆς εὐλαβείας καὶ μὴ περιιδεῖν αὐτὴν ἀδικουμένην ὑπὸ τῶν αὐτῆς κληρονόμων: ἀδικηθείη δ' ἄν, ὡς ἐμοὶ φαίνεται, εἴ τινος στερηθείη τῶν τῇ ἐγγόνῃ παρὰ τῆς τήθης καταλειφθέντων, ἣν καὶ ἀνεθρέψατο κατὰ πᾶσαν ἐπιμέλειαν: καὶ ἀπέλιπεν ἐπ' ὀλίγοις ἀντὶ πολλῶν ὧν ὑπισχνεῖτό τε καὶ ἤλπιζεν.