[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXI.
[161] ΤΩΙ ΑΥΤΩΙ
Ἃ δίκαια ᾤμην, ἐπέσταλκα. Εἰ δὲ ἄλλο τι καὶ μὴ ταῦτα παρέστη (πείθομαι γὰρ ὡς ὀρθῶς παρέστη), καὶ τοῦτο δεξόμεθα. Ἢ ἀδικοῖμεν ἂν καὶ παρανομοῖμεν εἰς αὐτὴν τὴν εὐσέβειαν, ὡς μὲν τὰ δίκαια κρίνοντι τοὺς προσιόντας ἡμῖν προσάγοντες, οἷς δ' ἂν δικάσῃς μηκέτι ἐμμένοντες: ὃ τοῖς πολλοῖς ποιεῖν σύνηθες τῶν λίαν ἀθλίων καὶ ἀπαιδεύτων.