[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXII.
[162] ΤΩΙ ΑΥΤΩΙ
Ἃ παρὰ τῶν κυρίων μου τῶν τιμιωτάτων ἐπισκόπων ἐπέσταλται πρὸς τὴν σὴν εὐλάβειαν, ταῦτα καὶ παρ' ἡμῶν ἐπεστάλθαι νομίσας, δός, παρακαλῶ, χεῖρα ταῖς ἐλευθέραις καὶ μὴ περιίδῃς αὐτὰς τυραννουμένας καὶ περιωθουμένας ὑπὸ τῆς τοῦ ἀνδρὸς δυναστείας, καθ' οὗ προεληλύθασιν, ἀλλ' ἐπικούρησον τὰ εἰκότα, εἰ μὲν οἶδας ἃ πάσχουσι δι' ἃ πάσχουσιν: εἰ δ' ἀγνοεῖς, ὅτι καὶ τοῦτο πάσχουσι, τῷ σοι μὴ γινώσκεσθαι τὴν ἀδικίαν μηδὲ πιστεύεσθαι. Εἰ δέ τις οἴεται περιεργοτέρους εἶναι ἡμᾶς, ὡς οὐδὲν προσήκουσαν δίκην οἰκειουμένους, πειθέτω τοῦτο, καὶ στέρξομεν. Νῦν δὲ δέδοικα μὴ οὐχ οὕτως ἔχει: μάλιστα μὲν γὰρ οὐδὲ μεμέρισται τὰ Χριστοῦ καὶ Χριστὸς οὐδὲ ὅρους ἔχει φιλανθρωπία. Εἰ δὲ καὶ μεμερίσθαι θείη τις, δύο τοὺς ἐν τῷ πράγματι βαρουμένους γινώσκω, τήν τε σὴν εὐλάβειαν καὶ ἡμᾶς, εἰ παροφθείη τὸ δίκαιον. Ὑπὸ γὰρ τὴν ἀμφοτέρων οἰκονομίαν οἱ κρινόμενοι. Καὶ δέος μὴ παρασυρῇ λόγων πιθανότητι τὸ ἀληθές. Διὰ τοῦτο καὶ συνδίκαζε καὶ προδίκαζε καὶ ὑπερμάχει τῆς ἀσθενείας ἡμῶν, μή πως εἰς ἀνάγκην καταστῶμεν, καίπερ οὕτω τοῦ σώματος ἔχοντος, θερμότερον τῇ ἀληθείᾳ συναγωνίζεσθαι μετὰ τοῦ Θεοῦ καὶ τῆς τῶν σῶν εὐχῶν συνεργίας.