κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μέτρα λαβοῦσα ἀπέδειξεν ἔμπλεων· καὶ εἴ τις δὴ ἐκεῖνον ἀκριβῶς ᾑρεῖτο ὁρᾶν, ὁπότε δὴ ἀκμαίως εἶχε καὶ οὔπω αὐτῷ τὰ μέρη παρείθησαν, κάλλεσι μὲν ἂν ἡλίου τὴν κεφαλὴν εἴκασεν, οἷα δή τισιν ἀκτῖσι ταῖς θριξὶ διαλάμπουσαν, κρυστάλλῳ δὲ τὸ λοιπὸν σῶμα τῷ καθαρωτάτῳ καὶ διαυγεῖ· ἐρρύθμιστο δὲ καὶ πρὸς ἐμμελὲς ἦθος, ἥ τε γὰρ γλῶσσα τούτῳ ἀστεῖον εἶχε τὸ φθέγμα καὶ ὁμιλοῦντι θέλγη προσείπετο, εἰ δέ γε προσμειδιάσειε, χαρίτων εὐθὺς εἶδες ἀκήρατα θήρατρα. 6.127τ Περὶ τῆς ἀρρωστίας τοῦ βασιλέως. Τοῦτο μὲν οὖν τὸ κάλλος καὶ βασιλεύσας ὁ αὐτοκράτωρ ἐκέκτητο· οὔπω δὲ χρόνος ἐνιαύσιος προβε βήκει, καὶ ἡ κοσμοῦσα τοῦτον φύσις πρὸς τοσοῦτον θαῦμα καὶ ἡδονὴν οἷον μὴ ἐξαρκέσασα, ἀλλ' ἐνδοῦσα καὶ ἀτονή σασα, τήν τε ἰσχὺν ἐκείνῳ καθεῖλε καὶ τὴν ὥραν διεσείσατο· αὐτίκα γοῦν αἱ τοῦ σώματος ἀρχαὶ, λέγω δὲ τὰς στοιχειώ δεις συστάσεις, διαλυθεῖσαι καὶ συγχυθεῖσαι, καὶ νῦν περὶ τοὺς πόδας καὶ τὰ κοῖλα τῶν ἄρθρων, νῦν δὲ ἐπὶ τὰς χεῖρας συναπορρέουσαι, αὖθις δὲ αὐτούς τε τοὺς τένοντας καὶ τὰ περὶ τὸν νῶτον ὀστᾶ κατακλύζουσαι, ὥσπερ τινὰ φορτίδα ἰσχυρῶς ἐξ ἀρχῆς ἔχουσαν ῥεύματα ξυνερρυηκότα διέσεισαν. 6.128 Ἤρξατο μὲν οὖν τὸ κακὸν οὐκ ἀθρόον εὐθὺς, ἀλλ' οἱ πόδες πρότερον τὴν τῶν ῥευμάτων ῥύμην ὑπήνεγκαν· καὶ αὐτίκα κλινήρης τε ἐγεγόνει, καὶ εἴ πού τις ἀνάγκη βαδίζειν, οἷον ἑτεροκίνητος. Καὶ ἦν τοῦτο κύκλος τις καὶ περίοδος, καὶ ἐδόκει τὸ ῥεῦμα ἐν τοῖς αὐτοῖς ἀρι θμοῖς ἡμερῶν καταβαίνειν, καὶ ἠρίθμητο ἡ ἀκινησία, εἶτα δὴ καὶ ὑπεδίδου τὰ διαστήματα, καὶ οὐ μακρὰ ἐγεγόνει τὰ διαλείμματα· καὶ τούτων οὕτω γιγνομένων ἐκ τοῦ σχεδὸν ἐπὶ τὰς χεῖρας τὸ ῥεῦμα ἠλαύνετο, καὶ αὖθις ἐπ' ὤμους ὥσπερ ἀνάρρουν ποιούμενον, καὶ τέλος ἅπαν τὸ σῶμα συγ κατειλήφει· ἔνθεν τοι ἅπαν αὐτῷ μέλος τῷ δεινῷ ἐκείνῳ κατακλυζόμενον ῥεύματι ἀφῄρητο τὴν ἐνέργειαν, τῶν τε ἰνῶν αὐτῷ καὶ τῶν συνδέσμων διασπασθέντων, τὰ μέλη τῆς ἁρμονίας μετέστησαν, οἷς ἀρρυθμίαι καὶ ἀτονίαι συνεί ποντο. Καὶ εἶδον ἐγὼ τοὺς εὐφυεῖς ἐκείνῳ δακτύλους ἀπαρνησαμένους μὲν τὸ οἰκεῖον σχῆμα, ἀντικαμφθέντας δὲ <εἰς> εἰσοχάς τε καὶ ἐξοχὰς, ὡς μηδὲ τοῦ τυχόντος περιδράττεσθαι δύνασθαι· τῶν δὲ ποδῶν αὐτῷ συγκαμ φθέντων, ὥσπερ τι ὠλέκρανον τὸ γόνυ ἐξώγκωτο· ἔνθεν τοι οὐδὲ στάσιμον εἶχε τὴν βάσιν, οὔθ' ὅλως ἐξώρθωτο, ἀλλὰ κλινοπετὴς τὰ πολλὰ ἦν, ὁπότε δὲ χρηματίζειν αἱροῖτο, ξυναρμοζόμενός τε καὶ ξυμπλαττόμενος. 6.129 Ἀποδιδόναι δὲ τὰς βασιλείους πομπὰς ὡς ἀπαραίτητά τινα χρέα τοῖς πολίταις βουλόμενος, ἐνταυθοῖ καὶ μάλιστα ἐσχετλίαζεν· ἀλλ' οὖν τέχνη τις ἡ ἱππικὴ ἐκεῖ ἐκεῖνον τῇ ἕδρᾳ συνήρμοζε καὶ συνέπλαττεν· εἶτα ἐπειδὴ ἐπιβαίη τοῦ ἵππου, μόλις δὲ οὗτος ἀνέπνει, καὶ ὁ χαλινὸς περιττός· ὀχηθέντα γοῦν ἱπποκόμοι τινὲς εὐμήκεις τε καὶ στερροὶ ἀντήρειδον ἑκατέρωθεν, καὶ οὕτω διαβαστάζοντες τοῦτον καὶ ἀντιβαστάζοντες ὥσπερ τινὰ φόρτον, οὗ κατα σκηνοῦν ἔμελλεν ἀπεκόμιζον. Ὁ δὲ ἄρα καὶ ἐν τούτοις ὢν τοῖς δεινοῖς, οὐ πάνυ τι τοῦ συνήθους ἐπιλέληστο ἤθους, ἀλλὰ τήν τε ὄψιν χαριέστατα διετίθει, καὶ τότε δὴ μόνος μετεκινεῖτο καὶ μετετίθετο, ὡς τοὺς ὁρῶντας μὴ πάνυ πείθεσθαι ὡς ἐκεῖνος ἀλγοίη ἢ παρειμένως ἔχοι τοῦ σώμα τος. Τὰ μὲν ταῖς πομπαῖς αὐτῷ τοιαῦτα, καὶ οἱ λίθοι τῶν ἐδαφῶν ὑπεστρώννυντο ἵνα δὴ μὴ ὀλισθαίνοι περὶ ταῖς πλαξὶν ὁ ἵππος αὐτῷ· ἐν δέ γε τοῖς ἀδύτοις, ἀχθοφορούμενος τούς τε βασιλείους διήμειβε καὶ μετεκεκόμιστο ὅπη βούλοι το· εἰ δὲ ἐπιβάλοι τὸ ῥεῦμα, παπαὶ τῶν ἀλγηδόνων ἐκείνων.