6.130 Ἐγὼ δὲ καὶ ξυγγράφων τοῦτον ἔτι τὸν ἄνδρα ὑπερεκπέπληγμαι, ὅπως τηνικαῦτα ἐξήρκει τοσαύταις περιωδυνίαις βαλλόμενος· πάρεσις γὰρ ἐπὶ παρέσει τοῦτον εὐθὺς κατελάμβανε, καὶ κατεδαπάνα μὲν τὸ λειπόμενον τῶν σαρκῶν, ἐξήρθρου δὲ παντάπασι τὸ ἔτι ἐχόμενον. Οὐκ εἶχε δὲ ἐφ' ὅτῳ σχηματισθεὶς ἀποχρώντως ἐπαναπαυθείη τῇ κλίνῃ, ἀλλὰ πᾶσα θέσις τούτῳ ἀντίθετος· ὅθεν οἱ κατευ ναστῆρες, συνερείδοντες καὶ ἀντερείδοντες αὐτῷ τὸ σωμά τιον, μόλις που τῆς ἀναπαυούσης ῥοπῆς ἐπετύγχανον, εἶτα δὴ συνήρμοζον καὶ ἐπεῖχον ἀντοικοδομοῦντες καὶ ἀντιτε χνώμενοι τοῦτον, ὅπως ἂν ἐπὶ τοῦ σχήματος ἐκείνου στη ρίζοιτο· τῷ δὲ ἦν ἀλγεινὸν οὐ τὸ μετατίθεσθαι μόνον, ἀλλὰ καὶ ἡ γλῶττα ἄχθος ἐκείνῳ ὁμιλοῦσα ἐδίδου, καὶ ἡ τῶν ὀφθαλμῶν νεῦσις μετεκίνει τὸ ῥεῦμα, ὅθεν παντάπασιν ἑαυτὸν ἀκίνητον ἐδίδου καὶ ἀρρεπῆ. 6.131 Λέγω δὲ ἐν τούτοις διατεινόμενος καὶ Θεὸν τοῦ λόγου ποιούμενος μάρτυρα, ὅτι τοσούτοις κακοῖς διαν τλούμενός τε καὶ κυμαινόμενος καὶ οὕτως ἀθλίως ἔχων παντάπασιν, οὐδέποτε βλάσφημον πρὸς Θεὸν ἀφῆκε φωνὴν, ἀλλὰ καὶ εἴ τινα αἴσθοιτο ἐπὶ τοῖς ἐκείνου δεινοῖς δυσχε ραίνοντα αὐστηροτέροις τοῦτον ἀπεπέμπετο ῥήμασιν, ἑαυτῷ δὲ καταδίκην ἐπιβεβλῆσθαι τὴν συμφορὰν ἀπεφαίνετο, μᾶλλον δὲ χαλινὸν ταύτην τῆς ἰδίας κατωνόμαζε φύσεως· ἐδεδίει γὰρ τὰς οἰκείας ὁρμὰς, καὶ· «Ἐπειδὴ, φησὶ, μὴ λογισμῷ εἴκουσιν, ὑποχωροῦσι τοῖς τοῦ σώματος ἀλγεινοῖς, καὶ ταλαιπωρεῖται μέν μου τὸ σῶμα, αἱ δὲ ἄτακτοι τῆς ψυχῆς πεπήγασιν ἔννοιαι.» Οὕτως ἐκεῖνος ἐφιλοσόφει περὶ τὸ πάθος· καὶ εἴ τις ἐκεῖνον τῶν ἄλλων ἀφεὶς ἐπὶ τούτου καταθεωρήσει τοῦ μέρους, θεῖον ὡς ἀληθῶς ἄνδρα κατονομάσειε. 6.132 Τῷ δέ τι καὶ ἄλλο προσῆν ἀγαθὸν, ἐμοὶ μὲν οὐκ ἐν ἅπασιν ἐπαινούμενον, ἐκείνῳ δὲ διαφερόντως τιμώ μενον, διαιτήσοι δὲ ὁ βουλόμενος· ἀφυλάκτως ἑαυτοῦ παν τάπασιν εἶχε· κοιμωμένῳ μὲν οὔτε θύραι ἐπεζυγοῦντο, οὔτε τις ἐκτὸς ἐπηγρύπνει φρουρά· πολλάκις γοῦν καὶ οἱ κατευνάζοντες ἀπῄεσαν ξύμπαντες, καὶ παρώδευέ τις αὐτὸν ῥᾷστα καὶ αὖθις ἀντιπαρῄει, μηδενὸς τὴν πάροδον ἐκείνῳ κωλύοντος· εἴ τις γοῦν τὸ ἀνειμένον αὐτῷ ἐνταυθοῖ προσωνείδισεν, οὔτε ἠνιᾶτο, καὶ ὡς νοσῶν περὶ τὸ θεῖον τοὺς λογισμοὺς ἀπεπέμπετο· ἐβούλετο δὲ ὁ λόγος, ὡς παρὰ τοῦ Θεοῦ βασιλεύοι καὶ παρ' ἐκείνου μόνου φυλάττοιτο, καὶ ὅτι, τῆς τελεωτέρας φρουρᾶς τετυχηκὼς, τῆς ἀνθρωπικῆς καὶ ἀτελεστέρας καταφρονοίη. 6.133 Ἐγὼ γοῦν πολλάκις τοὺς κυβερνήτας καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν τοὺς λοχαγοὺς καὶ στρατηγοὺς· «Οὐδεὶς μὲν οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος τὸ οἰκεῖον ἔργον μεταχειρίζεται, ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκα στος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ, καὶ τῇ μὲν κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον ἐπιχειρῶν, ὅτι τάδε μᾶλλον πρέπει τῷ βασιλεῖ οὐκ ἔπειθον παντοίως ἐπιχειρῶν· τοῦτο δὲ χρηστὸν μὲν τρόπον κατηγορεῖ, ἐνδόσιμον δὲ τοῖς ἐπιχει ρεῖν ἐθέλουσι γίγνεται. 6.134τ Περὶ τῆς εἰς τὸν βασιλέα ἐπιβουλῆς. Ἀμέλει καὶ πλείστων τοῦτο κακῶν ἐγεγόνει ἀρχὴ, ὧν ἓν ἢ δύο θέμενος, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων εἰκάζειν τοῖς ἀναγινώσκουσι δίδωμι· ἐρῶ δὲ βραχύ τι τῆς ὑποθέσεως παρεκβατικώτερον, ὅτι ταῖς μὲν εὖ πραττούσαις πόλεσιν ἐκ τῶν ἀρίστων καὶ τῶν εὐγενῶν τε ἅμα καὶ ἀγενῶν οἱ κατάλογοι, κἂν ταῖς πολιτικαῖς τάξεσι, κἂν τοῖς στρατεύ μασιν· οὕτω γοῦν Ἀθηναῖοι ἐπολιτεύσαντο καὶ ὁπόσαι πόλεις τὴν ἐκείνων δημοκρατίαν ἐζήλωσαν· παρ' ἡμῖν δὲ τουτὶ τὸ καλὸν ἔρριπται καὶ ἠτίμασται, καὶ λόγος οὐδεὶς εὐγενείας, ἀλλ' ἄνωθεν ἐκ κλήρου διαδοχῆς, Ῥωμύλου πρώτου ἀρξαμένου τῆς τοιαύτης συγχύσεως, ἥ τε σύγκλη