[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXV.
[165] ΣΤΑΓΕΙΡΙΩΙ
Πυνθάνομαί σε πρὸς τὸ πάθος ἀφιλοσόφως ἔχειν καὶ οὐκ ἐπῄνεσα: δεῖ γὰρ τἀληθῆ γράφειν, ἄλλως τε καὶ πρὸς ἄνδρα φίλον καὶ καλοκἀγαθίας μεταποιούμενον. Ἔχω γὰρ οὕτω περὶ τούτων, ὥς γε ἐμαυτὸν πείθω, καὶ λίαν ὀρθῶς: οὔτε τὸ λίαν ἀπαθὲς ἐπαινῶ, οὔτε τὸ ἄγαν περιπαθές: τὸ μὲν γὰρ ἀπάνθρωπον, τὸ δὲ ἀφιλόσοφον. Ἀλλὰ δεῖ τὴν μέσην βαδίζοντα, τῶν μὲν ἄγαν ἀσχέτων φιλοσοφώτερον φαίνεσθαι, τῶν δὲ φιλοσοφούντων ἀμέτρως ἀνθρωπικώτερον. Καὶ εἰ μὲν πρὸς ἄλλον τινὰ ἐπέστελλον, ἴσως ἄν μοι καὶ μακροτέρων ἐδέησε λόγων, καὶ τὰ μὲν συμπαθεῖν ἔδει, τὰ δὲ παραινέσαι, τὰ δὲ ἴσως ἐπιτιμῆσαι: τό τε γὰρ συναλγεῖν ἱκανὸν εἰς παραμυθίαν καὶ δεῖται τὸ ἀρρωστοῦν τῆς ἐκ τοῦ ὑγιαίνοντος θεραπείας. Ἐπεὶ δὲ πρὸς ἄνδρα πεπαιδευμένον ποιοῦμαι τοὺς λόγους, ἀρκεῖ τοσοῦτον εἰπεῖν: Γενοῦ σεαυτοῦ καὶ τῶν βίβλων αἷς καθωμίλησας, ἐν αἷς πολλοὶ μὲν βίοι, πολλοὶ δὲ τρόποι, πολλαὶ δὲ ἡδοναὶ καὶ λειότητες, πολλαὶ δέ, ὡς τὸ εἰκός, συμφοραὶ καὶ τραχύτητες. Πλέκει γὰρ ταῦτα δι' ἀλλήλων ὁ Θεός, ἐμοὶ δοκεῖν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ εὐφραῖνον ἀπαιδαγώγητον καὶ ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωροῦντες πρὸς αὐτὸν μόνον βλέπωμεν. Ταῦτα οὖν ὥσπερ κανόνα καὶ γνώμονα προσάγομεν τῷ σῷ πάθει. Καὶ εἰ μὲν ἐπαινούμενόν τινα ἔγνως τῶν λίαν ὑποπεσόντων τοῖς ἀλγεινοῖς ἤ τι τῷ ἀλγεῖν κατορθώσαντα, χρῶ τῷ λυποῦντι καὶ τοῦ πένθους ἀπόλαυε (οὐδεὶς φθόνος, συμφορᾶς θρηνουμένης): εἰ δὲ κακιζόμενον καὶ ψεγόμενον, ἡ μὲν παροιμία φησίν: «Ὁ τρώσας ἰάσεται», νῦν δὲ καλῶς ἔχει λέγειν: «Ὁ τετρωμένος.» Ἡμῖν δὲ καὶ ἄλλως αἰσχρὸν καὶ παρὰ τὸν ἡμέτερον νόμον μιμεῖσθαι τοὺς πολλοὺς ἐν τοῖς τοιούτοις: ἐπειδὴ καὶ τῶν παρόντων ἡμᾶς ὑψηλοτέρους ὁ λόγος ποιεῖ, καὶ πείθει ταῦτα μὲν παρατρέχειν ὡς σκιὰς καὶ αἰνίγματα, καὶ μήτε τὸ λυποῦν μήτε τὸ εὐφραῖνον νομίζειν ἀλήθειαν, ζῆν δὲ ἀλλαχοῦ κἀκεῖσε ὁρᾶν, καὶ μόνον μὲν λυπηρὸν εἰδέναι κακίαν, μόνον δὲ ἡδὺ τὴν ἀρετὴν καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν. Ταῦτα κατέπᾳδε σεαυτοῦ καὶ ῥᾴων ἔσῃ: μᾶλλον δὲ οἶδ' ὅτι κατέπῃσάς τε ἤδη καὶ κατεπᾴσεις, κἂν αὐτοὶ μὴ γράφωμεν.