[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXVI.
[166] ΤΩΙ ΑΥΤΩΙ
Ἔχω τι τῆς ἐπιστολῆς, ὦ θαυμάσιε, ὄφελος, καὶ οὐ μικρὸν ἴσως, ὡς δεινὸς τῶν τοιούτων θεραπευτής. Ἐξέκρουσέ σοι τὴν λύπην ἡ ἐπιτίμησις καὶ τοῦ πάθους τὸ ἐρυθριᾶν ἀντεισῆλθε καὶ πρὸς ἀντίρρησιν διανίστασαι μάλα σοφιστικῶς καὶ γενναίως. Καί μοι δοκεῖς, καθάπερ οἱ Ἀχιλλέως ἵπποι παρ' Ὁμήρῳ, τὴν κεφαλὴν διάρας καὶ τὴν κόνιν ἀποσεισάμενος (ἐπειδὴ τοῦ ἀποπενθεῖν Πάτροκλον καιρὸς ἦν), αὖθις πεδίων ἐπιθυμεῖν καὶ ὅπλων καὶ ἐπιδείξεων: οὕτω σοι τὸ γράμμα τὸ πρὸς ἡμᾶς λαμπρὸν καὶ φιλότιμον καί τι καὶ πληκτικόν, εἴ τι ἐγώ σου συνίημι. Ἀνδρίζου μόνον καὶ φιλοσόφει κατὰ τοῦ πάθους, καὶ ἡμεῖς δεξόμεθα μὴ μέγα εἶναι τὸ ἀπὸ γῆς κρίνειν τοὺς πλέοντας καὶ μεῖζον εἶναι τὸ ἀγωνίζεσθαι ἢ ἀλείφειν πρὸς συμφοράς, εἰ μή τις ἐκεῖνο λέγοι, ὅτι οὔτε σοι τοῦ ἀγωνίζεσθαι ἢ ἀνάγεσθαι ἀνάγκη τις ἦν (εἴπερ κρεῖττόν τι φιλοσοφία τῶν ἐν οἷς ἐστι νῦν), ἡμῖν τε πρὸς πολλὰ καὶ πολλάκις καὶ ὅλον, οἶμαι, τὸν βίον ἡ παράταξις: ἐν οἷς εἰ μὴ λίαν ἀμαθῶς μηδὲ ἀνάνδρως ἀλείφομεν ἢ ἀγωνιζόμεθα, πολλοὶ δοκιμάζουσιν.