τος διέφθαρτο, καὶ ὁ βουλόμενός ἐστι δημοποίητος. Ἀμέλει πλείους ἂν εὕροι τις παρ' ἡμῖν σισυροφόρους τὴν στολὴν μεταλλάξαντας· ἄρχουσι γοῦν πολλάκις ἡμῶν οὓς ἐκ τῶν βαρβάρων ἐωνησάμεθα, καὶ τὰς μεγάλας πιστεύονται δυνά μεις οὐ Περικλεῖς, οὐδὲ Θεμιστοκλεῖς, ἀλλ' οἱ ἀτιμότατοι Σπάρτακοι. 6.135 Καὶ γέγονέ τις ἐν τῇ κατ' ἐμὲ ἡλικίᾳ, κά θαρμά τι βαρβαρικὸν, πᾶσαν ὑπεραναβεβηκὼς ἀγερωχίαν Ῥωμαϊκὴν, εἰς ὕψος δὲ τοσοῦτον ἐλάσας ὥς τινας καὶ τῶν γενομένων αὐτοκρατόρων αἰκίσασθαι πρότερον δι' ὑπερ οψίαν δυνάμεως, εἶτα ἐπειδή περ εἰς τὸ κράτος ἀνήχθησαν, μεγαλαυχεῖν τοῦτον πρὸς ἐνίους, ὅτι· «Τοὺς βασιλέας Ῥω μαίων ταύτῃ τῇ χειρὶ πολλάκις τετύπτηκα (τὴν δεξιὰν ἐπιδεικνύς)»· πρὸς ταύτην οὖν ἐγὼ τὴν φωνὴν ἅπαξ δεινο παθήσας, μικροῦ δεῖν τὸν μεγάλαυχον ἐκεῖνον βάρβαρον ταῖν χεροῖν ἀπηγχόνισα, οὐκ ἐνεγκὼν τὴν τοῦ λόγου πληγήν. 6.136 Τούτου δή τι οὐκ ἔλαττον μίασμα οὐ πολλῷ πρότερον τὸ τῆς παρ' ἡμῖν συγκλήτου κατέχρανεν εὐγενὲς, πρῶτον μὲν τῷ αὐτοκράτορι ὑπηρετηκὸς, ἔπειτα δὴ τοῖς ἐν τέλει παρεισφθαρὲν καὶ εἰς τὴν κρείττονα τάξιν ἀριθμηθὲν, ἀνὴρ καὶ τὸ γένος, ὥς μοι δεδήλωται, ἄσημος, καὶ εἴ τι ἄλλο τις εἰπεῖν βούλοιτο, ἀγενέστατος καὶ φαυλότατος· ἀλλ' ἐπειδὴ τῶν παρὰ Ῥωμαίοις ποτίμων ναμάτων ἐγεύσατο, δεινὸν ἄλλως πεποίηται, εἰ μὴ καὶ τῆς πηγῆς ἐγκρατὴς γένοιτο, καὶ βασιλεύσοι τῶν εὐγενεστάτων Ῥωμαίων ὁ ἀργυρώνητος. Τοῦτο τοιγαροῦν εἰς νοῦν ὁ ἀγενὴς ἐκεῖνος βαλλόμενος, ἕρμαιον πρὸς τὸν σκοπὸν τὸ τοῦ αὐτοκράτορος ποιεῖται ἀτείχιστον, καὶ μηδενὶ τῶν γενναιοτέρων φράσας τὸ μελετώμενον, ἀπραγμάτευτον τὴν ἐπιτυχίαν ποιεῖται τοῦ ἐφετοῦ· καὶ ἀπὸ τοῦ θεάτρου εἰς τὰ ἀνάκτορα τὴν πομπὴν ποιουμένῳ τῷ αὐτοκράτορι, τοῖς ὀπισθοφυλακοῦσιν ἑαυτὸν συντάξας συνείπετο, καὶ τῶν βασιλικῶν ἀδύτων ἐντὸς γεγονὼς, αὐτοῦ που παρὰ τοῖς ὀπτανείοις ἐνήδρευε, παντὸς οἰομένου τοῦ προστυγχάνοντος ὅτι τοι ὁ βασιλεὺς αὐτῷ τὴν προσεδρείαν εἰρήκει, καὶ διὰ ταῦτα οὐδεὶς τῶν πάντων τῶν βασιλείων τοῦτον ἔξωσεν αὐλῶν. Ἔμελλε δ' οὖν, ὡς ὕστερον τὸ ἀπόρρητον τῆς ψυχῆς ἐξεταζόμενος ἀνεκάλυψεν, ὑπνώττοντι τῷ βασιλεῖ ἐπιθήσεσθαι καὶ σιδή ρῳ ἀποκτενεῖν, ὃ δὴ καὶ ὑπὸ κόλπον εἶχε, <καὶ> τὸ κράτος εἰς ἑαυτὸν μεταθέσθαι. 6.137 Τοῦτο γοῦν βουλευσάμενος, ἐπειδή περ ὁ βασιλεὺς ἀνεπαύσατο, ἐκκείμενος πᾶσιν, ὥς μοι προείρηται, ὁ τολμητίας ἐπὶ τὸ ἔργον χωρεῖ· βραχὺ δέ τι προεληλυθὼς πλανᾶται τὰς γνώμας, καὶ σκοτοδίνης καὶ ἰλίγγου πεπλή ρωται, καὶ τῇδε κἀκεῖσε περιθέων ἁλίσκεται. Καὶ ὁ βασι λεὺς τὸν ὕπνον εὐθὺς ἀποσυληθεὶς, τῶν φυλάκων ἤδη συνειλεγμένων καὶ πικρῶς ἐξεταζόντων τὸν βάρβαρον, ἐν δεινῷ μὲν ποιεῖται τὴν τόλμαν καὶ βαρυθυμεῖ ὡς εἰκὸς, εἰ τοιοῦτος ἀνὴρ βασιλέως καταπεφρόνηκε. Καὶ τοῦτον μὲν εὐθὺς δεσμώτην ποιεῖται, εἰς τὴν αὔριον δὲ ἐξεταστὴς αὐτῷ πικρότατος περὶ τοῦ τολμήματος κάθηται, καὶ ἀνακρί νει, εἰ συνωμότας πρὸς τὴν ἐπιβουλὴν ἔσχηκεν, εἰ προηγή σατό τις τούτου τοῦ σκέμματος, εἰ προβεβούλευκέ τις τὴν τόλμαν αὐτῷ· ὡς δ' οὐδὲν ὑγιὲς πρὸς τὰς ἐν λόγοις ἀνακρί σεις ἀπήγγειλεν, βασάνοις αὐτὸν πικροτάταις αἰκίζεται, καὶ γυμνὸν ἐπὶ ξύλου μετεωρίσας ἀπὸ θατέρου ποδῶν ἡμι θανῆ ποιεῖται ταῖς μάστιξιν, ὑφ' ὧν ἐκεῖνος, ὡς οἶμαι, συμπιεζόμενος καταγγέλλει τῶν ἐν τέλει τινὰς ὡς κοινω νοὺς τοῦ τολμήματος, καὶ γεγόνασι πάρεργον βαρβαρικῆς ἀλογίας ἄνδρες ἐννομώτατοι καὶ ἀσφαλέστατοι· ἀλλ' ὅ γε μετὰ ταῦτα χρόνος ἐκεῖνον μὲν τοῖς ἀτιμοτάτοις ἔτι συν αριθμεῖ, τούτους δὲ ἐς τὴν ἀρχαίαν τάξιν ἐπανεσώσατο. 6.138 Ὁ δέ γε αὐτοκράτωρ βραχύν τινα χρόνον τῆς τοῦ σώματος ἐπιμεληθεὶς φυλακῆς, αὖθις ἠμέλησε τῆς φρουρᾶς, ὅθεν μικροῦ δεῖν αὐτός τε ἀνήρπαστο καὶ ἡ Πόλις ἐν κλύδωνι ἐγεγόνει καὶ δεινῷ μείζονι· δηλώσει δὲ ὁ λόγος ὅθεν τε ἤρξατο τὸ κακὸν καὶ