[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXVII.
[167] ΕΛΛΑΔΙΩΙ
Ἰδού σοι καὶ ὑπόμνημα τῆς ἡμετέρας φιλίας, ὁ γλυκύτατος υἱὸς ἡμῶν Νικόβουλος, τὸ πρῶτον ἡμῖν τῶν ἐν τῷ γένει σπουδαζομένων: ὃν χαριῇ μὲν ἡμῖν καὶ διδασκάλων συστήσας τοῖς σπουδαιοτέροις: χαριῇ δὲ πλέον καὶ τὸ ἦθος πρὸς ἀρετὴν ῥυθμίσας. Ἔσται δὲ τοῦτο, εἰ προτραπείη συχνὰ πλησιάζειν σοι, τὸ δὲ μέγιστον, εἰ γινώσκοι μὴ παρορώμενος: ἐπεὶ καὶ ὀφθαλμὸς παιδευτοῦ σιωπῶσα διδασκαλία. Χρεωστεῖς δὲ ἡμῖν, εἰ μὴ φορτικὸν εἰπεῖν, καὶ τὰ πνευματικά, ὡς ἀρχιερεὺς ἀρχιερεῦσι, καὶ τὰ λογικά, ὡς λόγιος φιλολόγοις.