[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXVIII.
[168] ΦΩΤΙΩΙ
« Πάντα ὅσα ἔχεις ἐμά ἐστι » (Θεοῦ γὰρ φωνὴν ποιήσομαι τὸ προοίμιον), ἐμὰ δὲ λέγω οὐ κατὰ τὴν κοινωνίαν μόνην τοῦ πνεύματος, ἀλλ' ὅτι καὶ τῇ παρούσῃ καταστάσει τῆς Ἐκκλησίας ἴσως οὐκ ὀλίγην μοῖραν συνεισηνέγκαμεν, ἕως ἦμεν ἔτι ἐν τοῖς πράγμασι καὶ τοῦ κοινοῦ προειστήκειμεν. Νῦν γὰρ ἓν φροντίζεται μόνον ἡμῖν, ἡ ἐκδημία, πρὸς ἣν συστελλόμεθα καὶ συσκευαζόμεθα. Ἔστω δὴ καὶ τὰ ἐμὰ σά, τῇ ἀγάπῃ κοινοποιούμενα: κάλλιστον δὲ τῶν ἐμῶν ὁ τιμιώτατος ἀδελφὸς καὶ συμπρεσβύτερος ἡμῶν Σακερδώς, δι' οὗ σὲ καὶ προσφθεγγόμεθα καὶ ὁρᾶν νομίζομεν.