ἐφ' ὅσον κεχώρηκε, καὶ ὅπως ἀτυχήσας ὁ βασιλεὺς παρ' ἐλπίδας αὖθις εὐτύχηκεν. Ἱλα ρὰν εἶχεν ὁ αὐτοκράτωρ πρὸς πᾶσαν παιδιὰν τὴν ψυχὴν καὶ ἐβούλετο ψυχαγωγεῖσθαι ἀεὶ, παρεμυθεῖτο δὲ τοῦτον οὔτε ὀργάνου φωνὴ, οὔτε ἦχος αὐλῶν, οὐ φωνὴ ἐμμελὴς, οὐκ ὀρχήματα, οὐχ ὑπορχήματα, οὐδέ τι ἄλλο τῶν οὕτως ἐχόντων· εἰ δέ τῳ ἡ γλῶττα ἐδέδετο φυσικῶς καὶ ὀρθοεπεῖν οὐκ ἠδύνατο, ἢ εἴ τις ἕτερος ἁπλῶς ἐφλυάρει τὸ ἐπιὸν ἅπαν φθεγγόμενος, ταῦτα ἐκεῖνον ὑπερφυῶς ηὔφρανεν, καὶ ὅλως τὸ διημαρτημένον, τῆς παιδιᾶς τοῦτο ἐκεῖνος ἐτίθετο σπούδασμα. 6.139 Ἀμέλει καὶ ἐπεχωρίαζε τηνικαῦτα ἐντὸς τῆς βασιλείου αὐλῆς τοιοῦτόν τι ἡμίφωνον κάθαρμα, οἷ γὰρ ἐπείχετο παντάπασιν ὁμιλοῦντι ἡ γλῶσσα ἢ διωλίσθαινε κατατείνοντι· ὁ δὲ ἀνὴρ οὗτος καὶ προστιθεὶς τῷ τῆς φύσεως ἁμαρτήματι, εἰς ταὐτὸν τὸν λόγον τῇ ἀφωνίᾳ συνή λαυνεν· ἀνεπαίσθητος γὰρ ἐν ἀμφοῖν ὧν εἰπεῖν βούλοιτο ὁ ἀκροατὴς ἦν. 6.140 Τοῦτον πρῶτα μὲν ἀφελῶς εἶδεν ὁ αὐτοκράτωρ, καὶ παρεγίγνετο ἐκ διαστημάτων μακρῶν μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, εἶτα, οἷος ἐκεῖνος, θερμότερος ἐγεγόνει περὶ τὴν ἡδονὴν τῆς φλυαρίας, καὶ προστιθεὶς ἀκόρεστος ἦν τῆς τοῦ ἀνδρὸς ἐντυχίας· ὅθεν οὐδ' εἶχεν αὐτῷ καιρὸν ἡ παιδιὰ, ἀλλὰ καὶ χρηματίζοντι καὶ ἀρχαιρεσιάζοντι καὶ ἄλλο τι τῶν κοινῶν πράττοντι συνῆν ἐκεῖνος, τὴν φυσικὴν ἁμαρτίαν ἐπιδεικνύμενος καὶ τὴν τέχνην ὑποκρινόμενος. Ἀμέλει τοι καὶ πλάττει τὸν ἄνθρωπον, ἢ ἀναπλάττει ἀπὸ τοῦ κρείτ τονος σχήματος, καὶ ἀπὸ τῶν τριόδων εἰς τὸν Ῥωμαϊκὸν μεθιστᾷ ἄξονα, καὶ τοὺς ἐντίμους αὐτῷ σχεδιάσας βαθμοὺς μετὰ τῶν κορυφαίων ἱστᾷ, καὶ ἁπανταχοῦ τὸν ἄνδρα ποιεῖ, καὶ τὰ πρῶτα τῶν σωματοφυλάκων χειροτονεῖ. Ὃς δὴ τὸ ἀπραγμάτευτον αὐτῷ τῆς γνώμης ἐπιδεικνύμενος, οὐδ' ἐν καιρῷ προῄει τῷ αὐτοκράτορι, ἀλλ' ὁπότε ἡ γνώμη τούτῳ παρεκελεύσατο· ἐφίλησε γοῦν προσελθὼν καὶ στῆθος καὶ πρόσωπον, καὶ προσεφθέγξατο μὴ φθεγξάμενον, καὶ διαχέας εἰς γέλωτα ἐπὶ τῆς αὐτῆς καθῆστο κλίνης, καὶ τὰς πεπο νηκυίας τοῦ κρατοῦντος χεῖρας συσφίγξας ἤλγυνεν ὁμοῦ τε καὶ ἔθελξεν. 6.141 Ἐγὼ γοῦν οὐκ εἶχον τίνα θαυμάσαιμι πρότερον, τὸν ἄνδρα τοῦτον μεταποιηθέντα πρὸς τὴν τοῦ βασιλέως γνώμην τε καὶ προαίρεσιν, ἢ τὸν αὐτοκράτορα πρὸς τοῦτον μεθαρμοσάμενον τὴν ψυχήν· ἅτερος γὰρ θατέρῳ ἐνδόσιμος ἐγεγόνει καὶ ἁλωτός· καὶ ὃ μὲν <ὁ> αὐτοκράτωρ ἐβούλετο, ὁ ὑποκριτὴς ἔπραττεν, ὃ δὲ οὗτος ἔπραττεν, ἐκεῖνος ἐβού λετο. Τὰ γοῦν πολλὰ καὶ συνιεὶς ὁ αὐτοκράτωρ τῆς ὑποκρί σεως, ὅμως ἠγάπα παρ' ἐκείνου παιζόμενος· ἔνθεν τοι καὶ κατετρύφα τῆς τοῦ κρατοῦντος ἀβελτερίας ὁ σκηνουργὸς, καὶ ἄλλο τι ἐπ' ἄλλῳ ἐπλάττετο πρὸς τὸ εὔηθες ἐκείνῳ οἰκείως συναρμοζόμενον. 6.142 Ἀμέλει ὁ μὲν βασιλεὺς οὐδὲ τὸ ἀκαριαῖον τῆς ἐκείνου συνουσίας ἀπολελεῖφθαι ἐβούλετο, ὁ δὲ δυσχεραίνων τὴν προσεδρείαν, ἠγάπα τὰς ἐλευθέρους διατριβάς· ἅπαξ γοῦν ἵππον ἀπολωλεκὼς τῶν πρὸς τὴν σφαῖραν ἐπιτηδείων, ἐπειδή περ ἀγχοῦ τῷ βασιλεῖ συνεκάθευδεν, ἀθρόον ἐξανα στὰς μέσης νυκτὸς ἐκεῖνόν τε ὑπνώττοντα ἤγειρε, καὶ ἑαυτὸν κατασχεῖν οὐχ οἷός τε ἦν ἐνθουσιῶντα ὑφ' ἡδονῆς· ὁ δὲ βασιλεὺς, μηδέν τι πρὸς τὴν ἀνάστασιν δυσχεράνας, ἠρωτήκει ὅ τι πεπόνθοι καὶ ὁπόθεν αὐτῷ προσεγεγόνει τὸ σκίρτημα· ὁ δὲ περιπτυχήσας αὐτοῦ τὸν αὐχένα καὶ πολλὰ καταφιλήσας τὸ πρόσωπον· «Εὕρηταί μοι, φησὶν, ὦ βασι λεῦ, ὁ ἀπολωλὼς ἵππος, ἐκτομίας δέ τις αὐτὸν ἐποχεῖται, ἔξωρος ἤδη καὶ ῥυτίδων ἀνάπλεως, καὶ εἴ γε βούλει, νῦν ἐντεῦθεν ἀφιππευσάμενος αὐτόν σοι μετὰ τοῦ ὀχήματος κομιοῦμαι.» Ἐπὶ τούτοις ἡδέως πάνυ γελάσας ὁ βασιλεὺς· «Ἀλλ' ἀφίημί σε, φησὶ, σὺ δὲ ὡς τάχιστά μοι ἐπάνελθε