[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXIX.
[169] ΣΤΡΑΤΗΓΙΩΙ
Ὢ πόσον ἀλλήλων διετειχίσθημεν, οὕτω τοῦ Θεοῦ τὰ ἡμέτερα φέροντος. Ὢ τῆς ἱερᾶς ἑστίας καὶ συζυγίας καὶ τοῦ κοινοῦ λιμένος πάντων τῶν φοβουμένων τὸν Κύριον. Ἄλλοι τῶν ἡμετέρων καλῶν ἀπολαύουσιν: ἐμοὶ δὲ ὑπελείφθη μόνον ἡ μνήμη καὶ τὸ ζηλοτυπεῖν τοὺς μετέχοντας. Ἵνα καὶ αὐτὸς τῶν ἡμετέρων μετέχῃς καλῶν, γνωρίζω σοι τὸν τιμιώτατον ἀδελφὸν καὶ συμπρεσβύτερον ἡμῶν Σακερδῶτα, ὃν οἶδα ὅτι θεασάμενος ἐρεῖς: «Ὄντως καλοῦ παντὸς ἐραστὴς ὁ Γρηγόριος.»